Metaphysics
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν ἀπόστασιν ἐπιμιμεῖσθαί γε θέλειν ἅπαντα· καίτοι καθάπερ ἀντίθεσίν τινα ποιοῦσι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός· ἐν ᾗ καὶ τὸ ἄπειρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ᾽ αὑτήν. ὅλως δὲ οὐχ οἷόν τε ἄνευ ταύτης τὴν τοῦ ὅλου φύσιν, ἀλλ᾽ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τὰς ἑτέρας ἢ καὶ τὰς ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ τὸν θεὸν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσι, δύνασθαι πάντ᾽ εἰς τὸ ἄριστον ἄγειν, ἀλλ᾽ εἴπερ ἐφ᾽ ὅσον ἐνδέχεται· τάχα δ᾽ οὐδ᾽ ἂν προέλοιτ᾽ εἰπερ ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ
ἐναντίων γε καὶ ἐν ἐναντίοις οὖσαν.φαίνεται δὲ καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς ἔτυχεν οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μεταβολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τίνος χάριν ἀλλ᾽ εἴπερ ἀνάγκῃ τινὶ κατακολουθεῖν· πολλὰ δὲ καὶ ἐν τῷ ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις. μάλιστα δ᾽ ἂν δόξειεν ἔχειν τὴν τάξιν τῶν μὲν αἰσθητῶν τὰ οὐράνια τῶν δ᾽ ἄλλων εἰ μὴ ἄρα καὶ πρότερα τούτων τὰ μαθηματικά· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ᾽ ἐν τούτοις πλέον τὸ τεταγμένον· πλὴν εἴ τις τοιαύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑποτίθεται τῶν ἀτόμων. ἀλλὰ δὴ τούτων μὲν πέρι σκεπτέον. ὃ δ᾽ ἐξ ἀρχῆς ἐλέχθη πειρατέον τινὰ λαμνβάνειν ὅρον καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τοῦ σύμιπαντος οὐσίᾳ καὶ τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς. αὕτη γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσι τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα