Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

εἰ δὲ μὴ τοῦθ᾽ ἕνεκά του, καὶ εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ

ἐπὶ πάντων ἁπλῶς θετέον· ἐπεὶ καὶ τὰ τοιάδε ἔχει τινὰ διστασμὸν καὶ ἁπλῶς λέγομεν ἃ καὶ καθ᾽ ἕκαστον. ἁπλῶς μὲν ὅτι τὴν φύσιν ἐν ἅπασιν ὀρέγεσθαι τοῦ ἀρίστου καὶ ἐφ᾽ ὧν ἐνδέχεται μεταδιδόναι τοῦ ἀεὶ καὶ τοῦ τεταγμένου· ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῶν ζώων ὁμοίως· ὅπου γὰρ οἷόν τε τὸ βέλτιον ἐνταῦθα οὐδαμοῦ παραλείπει, οἷον τὸ ἔμπροσθεν τὴν φάρυγγα τοῦ οἰσοφάγου, τιμιώτερον γὰρ, καὶ ἐν τῇ μέσῃ κοιλίᾳ τῆς καρδίας τὴν κρᾶσιν ἀρίστην, ὅτι τὸ μέσον τιμιώτατον.

ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν --- εἰ γὰρ καὶ ἡ ὄρεξις οὕτως· ἀλλ᾽ ἐκεῖνό γ᾽ ἐμφαίνει διότι πολὺ τὸ οὐχ ὑπακοῦον οὐδὲ δεχόμενον τὸ εὖ, μᾶλλον δὲ πολλῷ πλεῖον· ὀλίγον γάρ τι τὸ ἔμψυχον ἄπειρον δὲ τὸ ἄψυχον· καὶ αὐτῶν τῶν ἐμψύχων ἀκαριαῖον· καὶ βέλτιον τὸ εἶναι· τὸ δ᾽ ὅλον σπάνιόν τε καὶ ἐν ὀλίγοις τὸ ἀγαθὸν πολὺ δὲ πλῆθος ᾖ τὸ κακόν. οὐκ εἰ ἀοριστία δὲ μόνον καὶ οἷον ὕλης εἴδη καθάπερ τὰ τῆς φύσεως ἀμαθεστάτου. εἰ γὰρ καὶ οἱ περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν τού μέσου χώραν· τὰ δ᾽ ἄκρα καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα.