Metaphysics
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς. εἰ δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν. πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς τὸ εἰδέναι πειρατέον διελεῖν.
ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ᾽ ἡμετέρα τις ἀρχή.