Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

ταὐτὸ δ᾽ ἐπιστάμεθα καὶ οὐσίᾳ

καὶ ἀριθμῷ καὶ εἴδει καὶ γένει καὶ ἀναλογίᾳ καὶ εἰ ἄρα παρὰ ταῦτα διαιρέσει. διὰ πλείστου δὲ τὸ κατ᾽ ἀναλογίαν ὡς ἂν ἀπέχοντες πλεῖστον τὰ μὲν δι᾽ ἡμὰς αὐτοὺς τὰ δὲ διὰ τὸ ὑποκείμενον τὰ δὲ διὰ τἄμφω.

πλεοναχῶς δ᾽ ὄντος τοῦ ἐπίστασθαι πῶς ἕκαστον μεταδιωκτέον ἀρχὴ καὶ μέγιστον ὁ οἰκεῖος τρόπος, οἷον τὰ πρῶτα καὶ νοητὰ καὶ τὰ κινητὰ καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν δὲ τούτων τὰ ἐν ἀρχῇ καὶ τὰ ἑπόμενα μέχρι ζώων καὶ φυτῶν καὶ ἐσχάτων τῶν ἀψύχων. ἔστι γάρ τι καθ᾽ ἕκαστον γένος ἴδιον ὥσπερ καὶ ἐν τοῖς μαθηματικοῖς.