On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

Ψόφος δὲ γίνεται πυρουμένου διὰ τὸ μάχεσθαι τὸ θερμὸν καὶ τὸ ὑγρὸν, ὅπερ συμβαίνει κατὰ τὴν σβέσιν· ἀὴρ γάρ τις ὁ ψοφῶν κατὰ τὴν ἐναπόληψιν καὶ ἐνταῦθα καὶ ἐκεῖ. ταῦτα δὲ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ὁρᾷν ὅταν ὕδωρ ἔχῃ τὸ ἔλαιον· τὸ γὰρ ὕδωρ σβέννυσι. καὶ τὰ φύλλα δὲ τὰ τῆς δάφνης καὶ τοῦ κιττοῦ καὶ τὰ ἄλλα τὰ τοιαῦτα πηδᾷ διὰ πυκνότητα καὶ διὰ τὸ ἔχειν πολὺ τὸ ὑγρόν· ἐξαεροῦται γὰρ πολὺ καὶ οὐ δίεισι τῇ πυκνότητι, διὸ καὶ ὁ ψόφος.

ὡσαύτως δὲ καὶ τὰ ξύλα κᾳόμενα τὰ μὲν ῥήγνυται καὶ πηδᾷ τὰ δὲ συνεχὴ ποιεῖ τινὰ ψόφον. καλοῦσι δὲ οἱ μὲν γελᾷν τὸν Ἥφαιστον οἱ δ᾽ ἀπειλεῖν· ἀεὶ γὰρ καὶ ἐνταῦθα διαιρουμένου τοῦ ὑγροῦ καὶ ἀθρόου φερομένου μετὰ βίας ὁτὲ μὲν ῥῆξις γίνεται καὶ πήδησις, ὁτὲ

δὲ συνεχὴς ψόφος καὶ φλόγωσις. ὃ καὶ αὐτὸ ποιεῖτρόπον τινὰ τὸ πῦρ ὥσπερ ἐν φρέατι πνεύματος ὄντος ἅτε