On Fire

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

ἔοικε δὲ καὶ τὸ περὶ τὴν γuψψον τὴν φοινικικὴν τοιοῦτον εἶναι· φασὶ γὰρ κεκαυμένην κἀναφυρωμένην καἴειν. οὐδὲν γὰρ διαφέρει σύμφυτον καὶ ἐπακτὸν ἔξωθεν ἔχειν τὸ θερμόν. ἐμφαίνει δέ πως καὶ τὸ νίτρον τὸ κεκαυμένον ἐν τῷ ὀρύττεσθαι τὴν τοιαύτην δύναμιν· ὅταν γὰρ ὕδωρ μικρὸν ἐπιχυθῇ διαθερμαίνει καὶ αἴσθησιν ἐμποιεῖ κατὰ τὴν ἁφήν. ἀεὶ δὲ δεῖ συμμετρίας τινὸς εἰς ἅπαντα τὰ τοιαῦτα πρὸς τὸ κρατεῖσθαι.

διὰ τοῦτο γὰρ καὶ ὁ οἶνος ὁ χεόμενος ἐπὶ τὴν φλόγα καθάπερ τοῖς σπένδουσιν ἐκλάμπει, καὶ ἡ θάλαττα ὅταν ἀποσβεννύωσιν, ἐὰν δ᾽ ἔλαττον καὶ τὸ ὕδωρ· συστελλόμενον γὰρ καὶ ἀθροισθὲν ἰσχυρότερον. ἐν δὲ τῇ πίττῃ τῇ καιομένῃ μᾶλλον ὅτι σφοδροτέρα καὶ πλείων ἡ φλὸξ ὥστε καὶ ἐκπηδᾷν καὶ κατακαίειν τὰς οἰκίας· διακρίνεται γὰρ τὸ ἔμπιπτον κρατηθὲν καὶ