On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

εἰσὶ γὰρ ὥσπερ εἴπομεν αἱ πρὸς τὰς φυτείας ἁρμόττουσαι καὶ οὐχ ὥσπερ τὸ ὕδωρ πᾶσι κοινόν· ἀλλὰ τοῦτο ἐνίοτε τῷ πλήθει διαφθείρει σῆπον τὰς ῥίζας καὶ λίαν ἐκμεθύσκον· ἐὰν δὲ δὴ νέα τύχῃ καὶ μὴ ἄγαν ὄντα φίλυδρα καθάπερ ἡ κυπάριττος καὶ τἆλλα τὰ ξηρὰ καὶ μᾶλλον. καὶ ἐὰν δή τις μὴ κατὰ καιρὸν ἢ τούτοις ἢ τῇ διακαθάρσει ἢ τῇ σκαπάνῃ χρήσηται· πάντα γὰρ συναίτια γίνεται φθορᾶς· ὁ δὲ καιρὸς καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἐπιγινόμενα παρὰ τοῦ θεοῦ κατὰ τὰς ὥρας. αὗται μὲν ἐν τοῖς οἰκείοις αἱ φθοραὶ δι᾽ ὑπερβολὴν ἢ δι᾽ ἔλλειψιν τροφῆς ἢ ἀκαιρίαν ἔργων.

αἱ δ᾽ ἀπὸ τῶν παραφυτευομένων ἢ παραβλαστανόντων αὐτομάτων τῷ ἀφαιρεῖσθαι τὰς τροφὰς θᾶττον δ᾽ ἐὰν ἰσχυρότερα καὶ πλείω, καθάπερ τὰ ἄγρια καὶ ὅσα δὴ πολύρριζα καὶ πολύτροφα καὶ ἐπισχίζοντα καὶ περιπλεκόμενα καὶ καταπνίγοντα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττός. ἐπεὶ καὶ ἡ ἰξία δοκεῖ καὶ ὅλως τὰ ἐμβλαστάνοντα φθείρειν· ὁ δὲ κύτισος καὶ τὸ ἅλιμον τῇ τε πολυτροφίᾳ καὶ τῇ ἁλμυρίδι τῇ περὶ αὐτά· ἰσχυρότερον δὲ τὸ ἅλιμον διὰ τὸ πλείω ἔχειν.

φθοραὶ δὲ καὶ ἄλλοις ὑπ᾽ ἄλλων εἰσὶν ἴδιαι καθάπερ ἐν τοῖς ἐλάττοσιν· καὶ γὰρ ἡ ὀροβάγχη καλουμένη φθείρει τὸν ὄροβον τῷ περιπλέκεσθαι καὶ καταλαμβάνειν καὶ τὸ λειμόδωρον τὸ βούκερας εὐθὺς τῇ

ῥίζῃ παραφυόμενον καὶ ἄλλα δ᾽ ἄλλων. καὶ ὅσα δὴ συγγεννᾶται καθ᾽ ἕκαστον σπέρμα οἷον αἶρα καὶ αἰγίλωψ καὶ πυροῖς καὶ κριθαῖς καὶ ἀπαρίνη φακοῖς καὶ ἕτερα δ᾽ ἑτέροις· ἅπαντα δὲ τῷ τὰς τροφὰς ἀφαιρεῖσθαι τάς τε ἐκ τῆς γῆς καὶ τὰς ἀπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος. καὶ τούτων μὲν σχεδὸν φανεραί τινες αἱ αἰτίαι.

ἡ δ᾽ ὑπὸ τοῦ ἐλαίου καὶ τῆς πίττης καὶ τοῦ στέατος — καὶ γὰρ ταῦτα φθείρει καὶ μάλιστα τὰ φυτὰ τὰ νέα· καὶ οὐκ ἐῶσιν ἅπτεσθαι καὶ περιπλέκουσιν — ἐν ἐκείναις ἐστὶ ταῖς αἰτίαις, ὅτι θερμὰ καὶ λεπτὰ τὴν φύσιν ὄντα διαδύεταί τε πόρρω καὶ πυκνοῖ καὶ ἐπικάει τὸν φλοιόν· σημεῖον δ᾽ ὅτι σκληρύνεται καὶ ἀφίσταται· πονήσαντος δὲ καὶ ἀποσκληρυνθέντος καὶ τούτου καὶ τοῦ ἐντὸς οὐ δύναται διϊέναι ἡ τροφή· τοῦ δ᾽ ἐπικάειν καὶ διαδύεσθαι πόρρω κἀκεῖνο σημεῖον· οἱ γὰρ ἡμεροῦντες τοῦ θέρους ἐπὶ τὰ ὑπολείμματα τῶν ῥιζῶν ἔλαιον ἢ πίτταν ἐπιχέουσιν ἢ τῷ στέατι ἀλείφουσιν, ἅπερ ὅλως ξηραίνουσι καὶ μάλισθ᾽ ἡ πίττα διὰ τὸ ἰσχυροτάτη εἶναι.