On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ᾽ ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ᾽ εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ᾽ ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνεται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ ζῆν·

καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρότητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ᾽ ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον, ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνουμένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέ- βαινεν· ὅπου δ᾽ ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέ- ρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπίπτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας.

Λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ᾽ ὑφ᾽ ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυόμενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ,

τὴν δ᾽ ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται.

καὶ ταῦτα καὶ εἴ τι τοιοῦτον ἕτερον ὥσπερ ἐναντία πρὸς τὴν βλάστησιν ὄντα φθείρει· ἔνια δὲ καὶ τῶν οἰκείων καὶ συνεργούντων, ἐὰν πλείω συνενεχθῇ τῶν συμμέτρων ἢ ἰσχυρότερα ἢ μὴ κατὰ καιρὸν οἷον ἡ κόπρος ἢ συνεχῶς ἢ πλείων ἢ ἰσχυροτέρα παραβαλλομένη καθάπερ ἡ σκυτοδεψική· πάντα γὰρ ὡς εἰπεῖν αὕτη δοκεῖ φθείρειν ἄκρατος οὖσα ἢ μὴ καλῶς κραθεῖσα· καὶ ὅσαι δὲ θερμαὶ καὶ ξηραὶ καὶ ἰσχυραὶ τὸ ὅλον καὶ μὴ οἰκεῖαι πρὸς ἕκαστον.