On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. δύο γὰρ δὴ μέρη ταῦτ᾽ ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ᾽ ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ᾽ ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν ποιεῖ μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον.

μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστήσεις κάλλισται καὶ αἱ καρποτοκίαι

γίνονται. καλὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρωθῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατασχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι.

τροφῆς μὲν οὖν πλῆθος ἐν ὄμβρου πλήθει, τὸ δὲ κατασχεῖν καὶ πέψαι ταύτην ἐὰν ὁ χειμὼν πιέσῃ καὶ μὴ εὐθὺς ἡ ἐκδρομὴ γένηται. τὰς γὰρ ῥίζας ὀρεγομένας ἀφθόνου τροφῆς διαδιδόναι δεῖ παντὶ τῷ δένδρῳ καὶ ταύτην ὥσπερ κυουμένην καὶ πεττομένην χρόνον λαμβάνειν σύμμετρον. οὐκ ἔσται δὲ τοῦτο ἐὰν μὴ κατάσχῃ τὰ ψύχη· ταχὺ γὰρ ἡ μαλακότης τοῦ ἀέρος ἐκκαλεῖται τὴν βλάστησιν· δι᾽ ὃ τούς τε ὄμβρους συμφέρει βορείους μὴ νοτίους εἶναι καὶ πλῆθος χιόνος ὅπως τηκομένη κατὰ μικρὸν διαδύηται πρὸς τὸ ἔδαφος καὶ μὴ ἀθρόον τὸ ὑγρὸν ἀπορρυῇ προσπεσὸν ἅμα τε καὶ τὴν γῆν ἀναζυμοῖ συγκατακλείουσα καὶ ἐναπολαμβάνουσα τὸ θερμόν. ὃ καὶ τοῖς σπέρμασι συμφέρει·

ῥιζωθέντα γὰρ καὶ ἐπισχύσαντα τῇ πιλήσει καὶ τῇ καταπιέσει τοῦ ψύχους ἅμα τῇ ὥρᾳ διαγελώσῃ ταχείας ποιεῖ καὶ ἀθρόας τὰς ἀναδόσεις. ἀλλὰ τὰ μὲν σπέρματα προσεπιζητεῖ καὶ τοὺς ἠρινοὺς ὑετοὺς μᾶλλον κατὰ μικρά τε καὶ πλείους γινομένους διὰ τὴν ἀσθένειαν καὶ τὸ ἐπιπόλαιον τῶν ῥιζῶν· ταχὺ γὰρ ἀναξηραίνονται καὶ ταχὺ πάλιν δέονται· τὰ δὲ δένδρα καὶ ἰσχυρότερα καὶ βαθυρριζότερα καὶ ἅμα διάπλεα τροφῆς ἐν ἑαυτοῖς ὥστε τρόπον τινὰ μᾶλλον τοῦ συνεργήσοντος δεῖσθαι πρὸς τὴν πέψιν καὶ τὴν βλάστησιν· σημεῖον δὲ τὸ μὴ βλαστάνειν πρὸ τοῦ ἦρος.

ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανερόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ᾽ ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. ἀλλ᾽ ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ ἀσθενέστερα γίνονται βορείων δ᾽ οὐσῶν ἰσχυρά

τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐνταῦθ᾽ ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τροφῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως.

ἐνταῦθα δὲ ἐὰν μὴ καθ᾽ ὥραν ἔτους αἱ βλαστήσεις ὦσιν ἀλλὰ προεκδραμῶσιν δι᾽ εὐτροφίαν καὶ ἄνεσιν τοῦ ἀέρος ἐπιγινόμενα ψύχη διελυμήνατο καὶ ἀπέκαυσεν δι᾽ ὃ καὶ ὀπισθοχειμῶνες χαλεποὶ τοῖς δένδροις· ὅταν γὰρ ἅπαξ ἐκτέκωσιν εὐθὺς οἱ καρποὶ μαλακοῦ τινος ἀέρος δέονται καὶ εὐμενοῦς εἰς τὴν ἐκτροφὴν καὶ μάλιστ᾽ ἐν ταῖς ἀρχαῖς· τότε γὰρ ἀσθενέστατοι, τὸ δὲ ἀσθενὲς οἷον τιθηνήσεως δεῖται· καὶ γὰρ ὅλως πᾶσα μεταβολὴ καὶ γένεσις δεῖται τῆς τοιαύτης εὐκρασίας.

μεταβολαὶ δὲ ἅμα καὶ ὥσπερ γενέσεις τινὲς ἥ τε βλάστησις καὶ ἡ ἄνθησις καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν αἷς καὶ πλεῖσται φθοραὶ γίνονται τῶν καρπῶν ἐρυσιβουμένων τε καὶ ἀποκαομένων καὶ ἀποπιπτόντων καὶ τὸ ὅλον χειμαζομένων. ἐπεὶ καὶ τὰ ἄγρια μάλιστα συμβαίνει πονεῖν ὅταν μάλιστα ἀρτιβλαστῶν ὄντων ἐπιγίνηταί τι πνεῦμα ψυχρὸν ἄγαν ἢ θερμόν· ἀποκάει γὰρ ἄμφω καὶ ἀπόλλυσιν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς καθ᾽ ἕκαστα δεῖ θεωρεῖν. ἡ δὲ ὅλη διάθεσις καὶ κατάστασις τοῦ ἀέρος εἰς τὴν τῶν δένδρων εὐσθένειαν ὅτι ταύτῃ ξυμφέρει φανερόν ἐστι διὰ τῶν εἰρημένων.