On the Causes of Plants

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. II. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1854.

Ἔχει δ᾽ ἀπορίαν εὐθὺς ἐπὶ τοῦ πρώτου λεχθέντος ὡς οὔκ ἐστι τὰ καρπιμώτερα θερμότερα. τὰ γὰρ θήλεα τῶν δένδρων πολὺ καρπιμώτερα μὲν, ἧττον δὲ θερμὰ τῶν ἀρρένων ὅπερ ἐκ τῆς τῶν ζώων ὁμοιότητος ληπτέον καὶ μὴ ὁμωνύμως. ἔτι δὲ οὐδὲ τὰ ζῶα τὰ πολυγονώτερα θερμότερα οὐδὲ ἀνάπαλιν ψυχρότερα τὰ ὀλιγογονώτερα καθάπερ τὰ σαρκοφάγα καὶ λαίμαργα. μόνα γὰρ τῶν θερμῶν δοκεῖ κύων καὶ ὗς πολυτοκεῖν. αὐτῶν δὲ τῶν ὁμογενῶν τὰ ὁμοειδέστερα πολυγονώτερα, καθάπερ ἐπὶ τῶν ὀρνίθων. ἡ γὰρ θερμότης ἐξαύξειν φαίνεται καὶ διαρθροῦν τὰ μέλη καὶ σκληρύνειν.

ἀλλὰ καὶ εἰς τὴν ζωογονίαν καὶ εἰς τὴν καρποτοκίαν καὶ πέπανσιν συμμετρίας τινὸς δεῖ τοῦ θερμοῦ καὶ οὐχ ὑπερβολῆς, εἴπερ αὕτη μὲν ξηραίνει καὶ πυκνοῖ μᾶλλον. ὥστε ταῦτα μὲν ἐν ἀμφιδόξῳ, προσδεόμενα δέ τινος διορισμοῦ. περὶ δὲ τῶν ἐνύδρων ῥᾴων ἡ ἀμφισβήτησις· οὐ γὰρ οὔτε γεννᾶν οὔτε εὖ τρέφειν οὔτε σώζειν πέφυκε τὸ ἐναντίον, ἀλλὰ τὸ ὅμοιον. ἐπεὶ καὶ Ἐμπεδοκλεῖ πρὸς τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἄτοπον, ὅπερ καὶ ἐν ἑτέροις εἴρηται, τὸ γεννήσασαν ἐν τῷ ξηρῷ τὴν φύσιν μεταίρειν εἰς τὸ ὑγρόν· πῶς γὰρ ἂν διέμενεν ἢ πῶς οἷόν τε καὶ διαμένειν ὁντιναοῦν χρόνον εἴπερ ἦν ὅμοια τοῖς νῦν·

ἔτι δ᾽ αὐτὸ τὸ συμβαῖνον κατὰ τὴν νῦν γέννησιν ἀποσημαίνει. ἅπαντα γὰρ φαίνεται τὰ ζῶα καὶ τὰ

φυτὰ καὶ διαμένοντα καὶ γεννώμενα ἐν τοῖς οἰκείοις τόποις ὁμοίως ἔνυδρα καὶ χερσαῖα καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά. δι᾽ ὃ καὶ ἀπαθῆ μὲν ὑπὸ τούτων, παθητικὰ δ᾽ ὑπὸ τῶν ἐναντίων ἄτε μεγάλης τῆς μεταβολῆς γινομένης.

ἀσύμφωνοι δὲ καὶ αἱ δόξαι πρὸς αὑτὰς ὅταν ἅμα τε τὰ ἔνυδρα θερμότερα ᾖ καὶ τὰ καρπιμώτερα. πολλὰ γὰρ ἄκαρπα τῶν ἐνύδρων· καὶ πάλιν ὅταν τά τε πρωϊβλαστῆ καὶ πρωΐκαρπα καὶ τὰ ἀείκαρπα καὶ ἀείφυλλα θερμὰ λέγωσιν· ὀψικαρπότατα γὰρ ὡς εἰπεῖν τὰ ἀείφυλλα. καὶ τὸ ὅλον ὥσπερ πρότερον εἴρηται, τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα δι᾽ ἀσθένειαν. ἔνια δὲ παρακολουθεῖ βλαστάνοντα καὶ ἀνθοῦντα πλείω χρόνον ὥσπερ καὶ ἐν τοῖς ἐπετείοις ὁ ἠριγέρων ἔχων δῆλον ὅτι συμμετρίαν τινὰ κατὰ τὴν ἐπιρροὴν τῆς τροφῆς.

ὃ δὲ προσεπιλέγει περὶ τῶν πυρείων οὐκ ἄν τις ἴσως φαίη θερμότητος, ἀλλὰ ξηρότητος εἶναι σημεῖον· ἡ γὰρ τρίψις ἐστὶν ἡ ποιοῦσα τὸ πῦρ· σφοδροτέρα δὲ ἐν τούτοις, ᾗ καὶ μᾶλλον ἐξαεροῦν δυναμένη τὸ ὑγρόν. ἀλλὰ δὴ μάλιστα ἐκεῖνα φαίνεται καὶ κατὰ τὴν αἴσθησιν θερμὰ καὶ κατὰ λόγον τὰ λιπαρά τε καὶ τὰ δριμέα καὶ εὔοσμα οὕτως ἔχει· πάντα γὰρ ταῦτα δοκοῦσι θερμότατα εἶναι. διὸ καὶ ξηρά τε ὄντα καὶ ὡς ἐπὶ πᾶν πυκνὰ καὶ ἀσαπῆ καὶ τοὺς χυλοὺς ἔχοντα λιπαροὺς καὶ δριμεῖς· ὅθεν τέ ἐστι καὶ ἄφρων· καὶ ἡ πεύκη θερμὴ καὶ εὐπύρωτός ἐστιν· οὐ μὴν μόνα γε ταῦτα, ἀλλὰ καὶ ἄλλα δοκεῖ θερμὰ εἶναι καθάπερ καὶ ἡ φίλυρα καὶ ὅλως ὅσα τὴν τοῦ σιδήρου βαφὴν ἀνίησι.

χρὴ δὲ καὶ ταῖς τοιαύταις δυνάμεσιν ἀθρεῖν τὰ θερμὰ καὶ ἐπικρίνειν, οἷον ὅσα κατὰ τὰς προσφορὰς τοῖς σώμασι θερμότητάς τινας ἐμποιεῖ καὶ πέψεις ἢ συντήξεις ἢ καὶ τὸ ὅλον κατὰ τὴν ἁφὴν καὶ τὴν γεῦσιν διαδίδωσι τὴν αἴσθησιν· οὐ γὰρ ἔτι ταῦτα λόγου δεῖται πρὸς τὴν πίστιν, ἀλλὰ καὶ ἡ τῶν

ἰατρῶν χρεία μαρτυρεῖ καὶ ἡ αἴσθησις· ὡς δ᾽ ἐπὶ τὸ πᾶν πλείω ταῦτα ἐν τοῖς θερμοῖς ἢ ψυχροῖς ἢ οὐκ ἐλάττω γίνεται· δι᾽ ὃ καὶ πρὸς τὴν ἐν τοῖς ἐναντίοις γένεσιν καὶ τοῦτ᾽ ἀμφισβητεῖται.

τὸ μέντοι παρέπεσθαί τινα τροφὴν εἰς τὸ διαμένειν ἐν τοῖς ψυχροῖς ἔνια τῶν θερμῶν τάχ᾽ ἄν τις συγχωρήσειεν· ἀλλὰ τὰ ποῖα καὶ πῶς τοῦτο πειρατέον διορίζειν, εἰ μὴ ἄρα ἁπλῶς ἰσχύϊ τινὶ μᾶλλον ἢ ῥιζῶν ἢ τῶν ὅλων σωμάτων ἡ διαμονὴ, καθάπερ καὶ τῆς ἀπίου καὶ τῆς ἀχράδος καὶ τῆς ἀμυγδαλῆς, ἃ δὴ καὶ ἥκιστα ἐκπήγνυται. καὶ περὶ μὲν θερμότητος ἐκ τούτων ληπτέος ὁ διορισμός.