Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὸ δ᾿ ὑποφυόμενον εὐθὺς ἐκ τῆς ῥίζης τῷ κυμίνῳ καὶ τῷ βουκέρῳ τὸ αἱμόδωρον καλούμενον μᾶλλον ἰδίᾳ. ἔστι δὲ τὸ αἱμόδωρον μονόκαυλον οὐκ ἀπεμφερές τῷ καυλῷ, πλὴν βραχύτερόν τε πολύ, καὶ ἄνωθέν τι κεφαλῶδες ἔχει ῥίζαν δὲ ὑποστρόγγυλον· οὐθὲν δὲ ἕτερον ἀφαυαίνεται παρὰ τὸ βούκερας. γίνεται δὲ ταῦτα ἐν ταῖς λεπταῖς οὐκ ἐν ταῖς πιείραις, ὥσπερ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ μὲν οὐ γίνεται περὶ δὲ τὸν Κάνηθον καὶ εἴ τις ἄλλος τοιοῦτος τόπος. [*](¹ ἄλλην τινα conj. Sch.; ἄλλης τινα U; ἄλλην Ald.) [*](2 τῷ add. Sch.) [*](3 πλεκτάναις conj. W.; πλεκτᾶνες U; πλεκτάνης M; πλεκτάνην Ald.; veluti brachiis G.) [*](⁴ Plin. 19. 176, who however calls this αἱμόδωρον. See Index App. (26).)

196
ταῦτα μὲν οὖν κοινὰ πλειόνων ὄντα κατισχύει μᾶλλον ἐν τοῖς εἰρημένοις διὰ τὴν ἀσθένειαν.

Τὸ δὲ τέραμον καὶ ἀτέραμον λέγεται μὲν ἐπὶ τῶν ὀσπρίων μόνον, οὐκ ἄλογον δὲ καὶ ἐπὶ τῶν σιτωδῶν παραπλήσιον ἢ καὶ ταὐτό τι συμβαίνειν, ἀλλὰ διὰ τὸ μὴ τὴν αὐτὴν εἶναι χρείαν οὐχ ὁμοίως ἐμφανές· ἐπεὶ οὐδ᾿ ἐπὶ τούτων ἀπάντων ὁμοίως ἀλλὰ μάλιστα ἐπὶ τῶν κυάμων λέγεται καὶ φακῶν, εἴτ᾿ οὖν καὶ μάλιστα πασχόντων εἴτε καὶ διὰ τὴν χρείαν φαινομένων. γίνεται γοῦν πλεοναχῶς· πολλαχοῦ γὰρ τόποι τινές εἰσιν οἳ αἰεὶ φέρουσι τεράμονα καὶ ἄλλλοι πάλιν ἀτεράμονα· τὸ δὲ ὡς ἐπὶ πᾶν οἱ λεπτόγεω μᾶλλον τεράμονα·

καὶ ἀέρος κατάστασίς τις ποιεῖ τὴν τοιαύτην παραλλαγήν· σημεῖον δὲ ὅτι ταὐτὰ χωρία καὶ ὁμοίως ἐργασθέντα φέρει ποτὲ μὲν τεράμονα ποτὲ δὲ ἀτεράμονα. περὶ Φιλίππους δὲ ὁ κύαμος λικμώμενος, ἐὰν ὑπὸ πνεύματος ἐγχωρίου ληφθῇ, τεράμων ὢν ἀτεράμων γίνεται. ταῦτα μὲν οὖν μηνύει διότι πολλαχῶς τῶν αὐτῶν [*](¹ cf. 2. 4. 2; C.P. 4. 12; Plin. 18. 155, who makes ateramum, teramum plants.) [*](² πλεοναχῶς· πολλαχοῦ I conj.; πλέον· πολλαχῶς MSS,) [*](³ ποτὲ δὲ ἀτεράμονα add. H. from G.) [*](4 cf. P. 4. 12. 8; Plut. Quaest. Conu. 7. 2. 3; Plin. l.c.)

198
χωρίων ἔνια σύνορα καὶ ὁμοίως καθήμενα καὶ οὐδεμίαν ἔχοντα κατὰ τὴν γῆν διαφορὰν τὸ μὲν τεράμονα τὸ δ᾿ ἀτεράμονα φέρει, καὶ ἐνίοτε μόνον αὔλακος διοριζούσης.