Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὅταν δὲ εὐετηρία γένηται, καὶ πολυνοστότερα τὰ σπέρματα γίνεται. Ἀθήνῃσι γοῦν αἱ κριθαὶ [*](¹ cf. Col. 2. 2. 13. The reference is perhaps to fern grown for litter, or possibly for medicinal use. cf. 9. 20. 5.) [*](² χώρας conj Sch.; ὥρας Ald. ³ ἃ conj. Dalec.; ἂν Ald.) [*](4 ψυχεινῶν conj. W.; ψυχικῶν UM; ψυχρῶν Ald.) [*](5 ἀποχεῖται conj. Sch., cf. ἀπόχυσις 8. 3. 4; ἀποκεῖται Ald. cf. 4. 4. 10.)

192
τὰ πλεῖστα ποιοῦσιν ἄλφιτα· κριθοφόρος γὰρ ἀρίστη· τοῦτο δ᾿ οὐχ ὅταν πλεῖσται γένωνται ἀλλ᾿ ὅταν λάβῃ τινὰ κρᾶσιν. ἐν δὲ τῇ Φωκίδι περὶ Ἐλάτειαν οἱ πυροὶ ποιοῦσιν ἡμιόλια τὰ ἄλευρα, καὶ ἐν Σόλοις τῆς Κιλικίας καὶ οἱ πυροὶ καὶ αἱ κριθαί· καὶ παρ᾿ ἄλλοις ἄλλα πρὸς ἅπερ εὐφυὴς ἑκάστη. βελτίω μὲν οὖν καὶ χείρω τὰ σπέρματα καὶ διὰ τὴν ἐργασίαν καὶ διὰ τὴν γῆν γίνεται· καὶ γὰρ ἀπαγριοῦται καὶ ἡμεροῦται, καθάπερ τὰ δένδρα· καὶ ὅλως μεταβάλλει τὴν χώραν, ὥσπερ τινὰ τῶν δένδρων εὐθὺς ἕστηκε πρὸς τὸ χεῖρον.

Γένος δ᾿ ὅλον ἐξαλλάττειν εἰς ἕτερον οὐδὲν ἄλλο πέφυκε πλὴν τίφη καὶ ζειά, καθάπερ εἴπομεν ἐν τοῖς πρώτοις λόγοις, καὶ ἡ αἶρα δ᾿ ἐκ τῶν πυρῶν καὶ κριθῶν διαφθειρομένων· ἢ εἰ μὴ τοῦτο ἀλλὰ φιλεῖ γε μάλιστα ἐν τοῖς πυροῖς γίνεσθαι, καθάπερ καὶ ὁ μελάμπυρος ὁ Ποντικὸς καὶ τὸ τῶν βολβῶν σπέρμα, καὶ ἄλλα δὲ ἐν ἄλλοις τῶν σπερμάτων· ἐπεὶ καὶ ὁ αἰγίλωψ δοκεῖ μᾶλλον ἐν ταῖς κριθαῖς, ἐν δὲ τοῖς φακοῖς ἄρακος τὸ τραχὺ καὶ σκληρόν, ἐν δὲ ταῖς ἀφάκαις ὁ πελεκῖνος ὅμοιον τῇ ὄψει τῷ πελέκει· σχεδὸν δὲ καθ᾿ ἕκαστόν ἐστι τὸ συνεκτρεφόμενον καὶ συναναμιγνύμενον [*](¹ κατὰ add. W. cf. 2. 4. 1.) [*](² τινα conj W.; τε P; τῷ Ald.; τὸ H. Vin. Vo. cf. 2. 2 6.) [*](3 ζειά conj. Scal.: ὕεα Ald. H. 4 2. 4. 1.)

194
εἴτε διὰ τὰς χώρας, ὅπερ οὐκ ἄλογον, εἴτε δι᾿ ἄλλην τινὰ αἰτίαν.

ἔνια δὲ καὶ φανερῶς ἐστι κοινὰ πλειόνων, ἀλλὰ διὰ τὸ μάλιστα ἔν τισιν εὐθενεῖν ἴδια τούτων φαίνεται, καθάπερ ἡ ὀροβάγχη τῶν ὀρόβων καὶ ἡ ἀπαρίνη τῶν φακῶν· ἀλλὰ ἡ μὲν μάλιστα ἐπικρατεῖ τῶν ὀρόβων διὰ τὴν ἀσθένειαν· ἡ δὲ ἀπαρίνη μάλιστα ἐν τοῖς φακοῖς εὐτροφεῖ· τρόπον δέ τινα καὶ παραπλήσιόν ἐστι τῇ ὀροβάγχῃ ἐπιβάλλειν καὶ κατέχειν ὅλον ὥσπερ πλεκτάναις· ἀποπνίγει γὰρ οὕτως, ὅθεν καὶ τοὔνομα εἴληφε.