Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἡ δὲ τοῦ τευτλίου μία μὲν μακρὰ καὶ παχεῖα καὶ ὀρθή, καθάπερ ἡ τῶν ῥαφανίδων, ἀποφύσεις δὲ ἔχει παχείας ὁτὲ μὲν δύο ὁτὲ δὲ καὶ τρεῖς ὁτὲ δὲ καὶ μίαν, τὰς δὲ μικρὰς ἐκ τούτων. σαρκώδης δὲ ἡ ῥίζα καὶ τῇ γεύσει γλυκεῖα καὶ ἡδεῖα, δι᾿ ὃ καὶ ὠμὴν ἐσθίουσί τινες· ὁ δὲ φλοιὸς οὐ παχὺς οὐδὲ ἀφαιρετός, ὥσπερ ὁ τῶν ῥαφανίδων, ἀλλὰ μᾶλλον οἷος ὁ τῶν ἱπποσελίνων. ὡσαύτως δὲ καὶ ἡ τῆς ἀδραφάξυος μία μὲν εἰς βάθος ἐκ ταύτης δὲ ἄλλαι.

[*](¹ βλαστήσειεν conj. Sch.; βλαστήσειι Ald.)[*](² οὐδ᾿ εἰ τις Ald.H.; εἰ μή τις conj. Scat. supported by G.)[*](³ ἐκ . . . μικραὶ conj, W,; εἰς δὲ ταύτην τὴν μίαν ἡ ἀπ᾿ αὐτῆς)
72

Μονορριζότατον δὲ τούτων πάντων τὸ λάπαθον· οὐ γὰρ ἔχει παχείας ἀποφύσεις ἀλλὰ τὰς λεπτάς· βαθυρριζότατον δὲ πάντων, ἔχει γάρ μείζω τριῶν ἡμιποδίων· τὸ δ᾿ ἄγριον βραχυτέραν. πολύκαυλον δὲ καὶ πολύκλαδον καὶ ἡ ὅλη μορφὴ τελειωθεῖσα παραπλησία τῇ τοῦ τευτλίου· πολυχρονιώτερον δὲ καὶ τοῦ ἀγρίου καὶ ὅλως δὲ πάντων τῶν λαχάνων ὡς εἰπεῖν· διαμένει γὰρ ὁποσονοῦν χρόνον ὥς φασιν. ἔχει δὲ σαρκώδη τὴν ῥίζαν καὶ ἔνικμον, δι᾿ ὃ καὶ ἐξαιρεθεῖσα ζῇ πολὺν χρόνον.

Τὸ δ᾿ ὤκιμον μίαν μὲν τὴν παχεῖαν τὴν κατὰ βάθους τὰς δ᾿ ἄλλας τὰς ἐκ πλαγίου λεπτὰς ἐπιεικῶς εὐμήκεις.

Ἔνια δ᾿ οὐκ ἔχει τὴν μίαν τὴν ὀρθήν, οἷον τὸ βλίτον, ἀλλ᾿ εὐθὺ πολλὰς ἐξ ἄκρου καὶ εὐπαχεῖς καὶ μακροτέρας τῆς ἀδραφάξυος.

Τῶν δὲ ῥιζῶν ξυλωδέσταται πασῶν αἱ τοῦ ὠκίμου, καθάπερ καὶ ὁ καυλός. ἡ γὰρ τοῦ βλίτου καὶ τῆς ἀδραφάξυος καὶ τῶν τοιούτων ἧττον ξυλώδης. εἰσὶ γὰρ ὡς ἁπλῶς εἰπεῖν πασῶν αἱ μὲν σαρκώδεις αἱ δὲ ξυλώδεις. , οἷον ἡ τοῦ τευτλίου καὶ τοῦ σελίνου καὶ ἱπποσελίνου καὶ λαπάθου καὶ ῥαφανίδος καὶ γογγυλίδος καὶ πάντων μάλιστα τῶν κεφαλοβαρῶν· οὐδὲ γὰρ ἀναξηραινόμεναι σκληρύνονται τελείως. ξυλώδεις δέ, [*](1 cf. 1. 6. 6.) [*](² τὰ AId., cf. τὰς δὲ μικρὰς § 6: τινας conj. W. cf. Plin.19. 98 (who mistranslates).) [*](3 cf. 7. 6. 1; C. P. 3. 1. 4. ⁴ See Index.)

74
ὥσπερ αἱ τοῦ ὠκίμου καὶ βλίτου καὶ ἀδραφάξυος καὶ εὐζώμου καὶ ἀνήθου καὶ λαπάθου καὶ κοριάννου καὶ ἁπλῶς τῶν νευροκαύλων· ἔχει γὰρ δὴ καὶ τὸ ἄνηθον καὶ τὸ κορίαννον ὄντα μονόρριζα ξυλώδη τε τὴν ῥίζαν καὶ οὐ μακρὰν οὐδὲ τὰς λεπτὰς ἀποφυάδας ἔχουσαν πολλάς· πολύκαυλα δὲ ἄμφω καὶ πολύοζα, δι᾿ ὃ καὶ οὐ κατὰ λόγον οὐδενὶ τούτων τὸ ἄνω πρὸς τὸ κάτω.

Βραχύρριζα δὲ ταῦτά ἐστιν, οἷον θρῖδαξ ἀνδράχνη, τῇ ὀρθῇ καὶ ταῖς εἰς τὰ πλάγια. ἡ δὲ θρῖδαξ, ὥσπερ οὐκ ἔχει τὰς τοιαύτας ἀποφύσεις ἀλλὰ μόνον τὰς λεπτάς, καὶ μάλιστα δὴ μονόρριζον ὡς εἰπεῖν. ἁπλῶς δὴ πάντα τὰ θερινὰ βραχύρριζα· καὶ γὰρ ὁ σίκυος καὶ ἡ κολοκύντη καὶ ἡ σικύα καὶ διὰ τὴν ὥραν καὶ ἴσως ἔτι μᾶλλον διὰ τὴν φύσιν, ἥπερ συνηκολούθηκε τῇ ὥρᾳ. ἡ δὲ μεταφυτευομένη θρῖδαξ βραχυτέραν ἔχει τὴν ῥίζαν τῆς σπαρείσης· παραβλαστάνει γὰρ ἐκ τῶν πλαγίων μᾶλλον· βραχυτέραν δὲ καὶ ἡ ἀγρία τῆς ἡμέρου, καὶ ἐκ τῶν ἄνωθεν πολυκαυλοτερα.