Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

III. Ἀνθεῖ δὲ τῶν μὲν ἄλλων ἕκαστον ἀθρόον, τὸ δὲ ὤκιμον κατὰ μέρος, τὰ κάτω πρῶτον εἶτ᾿ ὅταν ταῦτα ἀπανθήσῃ τὰ ἄνω, δι᾿ ὃ καὶ πολυχρόνιον [*](¹ After ἀνήθου Ald. H. have καὶ λαπάθου: bracketed by W. after Sch.) [*](² ἀποφυάδας conj. Scat.; ἀποφυλλάδας Ald.) [*](3 ταῦτα conj. Sch.; τὰ τοιαῦτα UM; τοιαῦτα Ald.) [*](⁴ Athen. 2. 79. Sch suggests that the name of a plant has dropped out after ὥσπερ: ? ἡ ἀνδράχνη. )

76
ἐν τῷ ἀνθεῖν, καθάπερ κύαμος καὶ τῆς πόας τὸ ἡλιοτρόπιον καλούμενον καὶ ἄλλα δὲ τῶν ἀγρίων. ἀνθεῖ δὲ καὶ ὁ σίκυος πολὺν χρόνον· καὶ γὰρ ἐπιβλαστάνειν τούτῳ γε συμβαίνει. τὰ δὲ ἄνθη τῶν μὲν ἔκλευκα τῶν δὲ μηλινοειδῆ τῶν δὲ μικρὸν ἐπιπορφυρίζοντα, εὔχρουν δ᾿ οὐθέν.

Τὰ δὲ σπέρματα διαφέρει καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ πλεῖστα στρογγύλα τὰ δὲ προμήκη τὰ δ᾿ αὖ πλατέα καὶ φυλλώδη, καθάπερ τὰ τῆς ἀδραφάξυος· ὅμοιον γὰρ τῷ τοῦ σιλφίου· τὰ δὲ στενὰ καὶ γραμμώδη, καθάπερ τοῦ κυμίνου. καὶ τοῖς χρώμασιν ὁμοίως, τὰ μὲν μέλανα τὰ δὲ ξυλώδη τὰ δὲ λευκότερα. πάντα δὴ ἐλλοβοσπέρματα ἢ γυμνοσπέρματα ἢ ἐμφλοιοσπέρματα ἢ παπποσπέρματα· ῥαφανὶς μὲν γὰρ καὶ νᾶπυ καὶ γογγυλὶς ἐλλοβοσπέρματα, κορίαννον δὲ καὶ μάραθον καὶ ἄνηθον καὶ κύμινον γυμνοσπέρματα, βλίτον δὲ καὶ τεύτλιον καὶ ἀδράφαξυς καὶ ὤκιμον ἐμφλοιοσπέρματα, θριδακίνη δὲ παπποσπέρματον.

Πάντα δὲ πολύκαρπα καὶ πολυβλαστῆ, πολυκαρπότατον δὲ τὸ κύμινον. ἴδιον δὲ καὶ ὃ λέγουσι κατὰ τούτου· φασὶ γὰρ δεῖν καταρᾶσθαί τε καὶ βλασφημεῖν σπείροντας, εἰ μέλλει καλὸν ἔσεσθαι καὶ πολύ.

Δυσξήραντα δὲ πάντα μὲν ὡς εἰπεῖν πλὴν τοῦ κυμίνου, οὐχ ὡς ὁ σῖτος· οὗτος γὰρ κἂν ἅπαξ [*](¹ For the collective sense of πόα (= τὰ ποώδη) cf 1. 3. 1.) [*](² πολὺν χρόνον conj. W., which at least gives the required sense; καλούμενος Ald.) [*](3 μηλινοειδὲς: cf. 6 2. 8. ?‘orange.’ 5 Plin. 19. 119.)

78
ἀδρυνθῇ ταχὺ ξηραίνεται καὶ ἀποπίπτει· δυσξηραντότερα δὲ τὰ ἐμφλοιοσπέρματα καὶ τούτων μάλιστα τὸ ὤκιμον. ἅπαντα δὲ ξηρανθέντα πολυκαρπότερα γίνεται, δι᾿ ὃ καὶ προαφαιροῦντες αὐτὰ ξηραίνουσιν. ἅπόντα δὲ πολύχοα καὶ πολυσπέρματα, πολυκαρπότατον δὲ τὸ ὤκιμον.

Ἔστι δὲ τὰ μὲν ἀκρόκαρπα, καθάπερ ὤκιμον πράσον κρόμυον· τὰ δὲ πλαγιόκαρπα μᾶλλον, οἷον ῥαφανὶς γογγυλὶς καὶ τὰ τοιαῦτα· τὰ δ᾿ ἀμφοτέρως, οἷον βλίτον ἀδράφαξυς· ἀμφότερα γὰρ ταῦτα καὶ ἐκ τοῦ πλαγίου, καὶ τό γε βλίτον εὐθὺς παῤ ἕκαστον ὄζον προσκαθήμενον ἔχει τὸ σπέρμα βοτρυῶδες. τὰ δ᾿ ἐκ παλαιοτέρων σπερμάτων θᾶττον ἐκκαυλεῖ, τάχιστα δὲ τὰ ἐκ τῶν ἀκμαζόντων· ἔστι γάρ τις ἀκμὴ καὶ τούτων. ἀνὰ λόγον δὲ καὶ τὸ κάλλος ἀκολουθεῖ τῶν --- ἐὰν τὰ ἄλλα τὴν αὐτὴν ἔχωσι θεραπείαν.

Δοκεῖ δὲ καὶ εἰς τὸ αὐτὸ ἀθρόα θεμένων καλλίω γίνεσθαι καὶ βλαστάνειν· οὕτω γὰρ τὸ τοῦ πράσου καὶ τὸ τοῦ σελίνου τιθέασιν ἀποδήσαντες εἰς ὀθόνιον καὶ γίνονται μεγάλα.

Συμβάλλεται δέ τι καὶ ὁ τόπος πρὸς αὔξησιν· κελεύουσι γοῦν, ὅταν τις μεταφυτεύῃ τὰ σέλινα, πάτταλον κατακρούειν ἡλίκον ἂν βούληται ποιεῖν τὸ σέλινον· τιθέναι δὲ καὶ ἐν ὀθονίῳ πάτταλον κατακρούσαντα καὶ πλήσαντα κόπρου καὶ γῆς.

[*](¹μάλιστα. . . δι᾿ missing in UMAld.Bas.; text as restored by Sch. from Cam., G and Plin. l.c.)[*](2 τό γε βλίτων conj. W.; τό γε πλεῖστον U; τό τε πλεῖστον Ald.)[*](3 ἐκκαυλεῖ: cf. 7. 1. 7: 7. 4. 3, and esp. C.P. 4. 3. 5.)[*](4 After ἀκολουθεῖ τῶν follows a lacuna of one and a half lines)
80

Ἔνια δὲ καὶ τοῖς σχήμασιν ἐξομοιοῦται καὶ τοῖς τόποις· ἡ γὰρ σικύα ὁμοιοσχήμων γίνεται ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ.

Καὶ διαφορὰν λαμβάνει κατὰ τοὺς χυμοὺς ἔνια προθεραπευθέντα τῶν σπερμάτων, οἷον τὸ τοῦ σικύου ἐὰν ἐν γάλακτι βρέξαντες σπείρωσιν. ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως οἰκειότερα τῆς θεραπείας.