Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IΙΙ. Ἐν Λιβύῃ δὲ ὁ λωτὸς πλεῖστος καὶ κάλλιστος καὶ ὁ παλίουρος καὶ ἔν τισι μέρεσι τῇ τε Νασαμωνικῇ καὶ παρ᾿ Ἄμμωνι καὶ ἄλλοις ὁ φοῖνιξ· ἐν δὲ τῇ Κυρηναίᾳ κυπάρισσος καὶ ἐλάαι τε κάλλισται καὶ ἔλαιον πλεῖστον. ἰδιώτατον δὲ πάντων τὸ σίλφιον· ἔτι κρόκον πολὺν ἡ χώρα φέρει καὶ εὔοσμον. ἔστι δὲ τοῦ λωτοῦ τὸ μὲν ὅλον δένδρον ἴδιον εὐμέγεθες ἡλίκον ἄπιος ἤ μικρὸν ἔλαττον· φύλλον δὲ ἐντομὰς ἔχον καὶ πρινῶδες· τὸ μὲν ξύλον μέλαν· γένη δὲ αὐτοῦ πλείω διαφορὰς ἔχοντα τοῖς καρποῖς· ὁ δὲ καρπὸς [*](¹ πάθος : cf. 1. 1. 1 n.) [*](2 cf. Schol. ad Nic. Ther. 683 of a sensitive plant called σκορπίουρος or ἰσχύουσα. ἀφαυαινόμενα conj. Scal.; ἀφαυλινό- μενα UMV P2,Ald.)

304
ἡλίκος κύαμος, πεπαινεται δέ, ὥσπερ οἱ βότρυες. μεταβάλλων τὰς χροιάς· φύεται δέ, καθάπερ τὰ μύρτα, παρ᾿ ἄλληλα πυκνὸ ἐπὶ τῶν βλαστῶν· ἐσθιόμενος δ᾿ ὁ ἐν τοῖς Λωτοφάγοις καλουμένοις γλυκὺς καὶ ἡδὺς καὶ ἀσινὴς καὶ ἔτι πρὸς τὴν κοιλίαν ἀγαθός· ἡδίων δ᾿ ὁ ἀπύρηνος, ἔστι γὰρ καὶ τοιοῦτόν τι γένος· ποιοῦσι δὲ καὶ οἶνον ἐξ αὐτοῦ.

Πολὺ δὲ τὸ δένδρον καὶ πολύκαρπον· τό γ᾿ οὖν Ὀφέλλου στρατόπεδον, ἡνίκα ἐβάδιζεν εἰς Καρχηδόνα, καὶ τούτῳ φασὶ τραφῆναι πλείους ἡμέρας ἐπιλιπόντων τῶν ἐπιτηδείων. ἔστι μὲν οὖν καὶ ἐν τῇ νήσῳ τῇ Λωτοφαγιτίδι καλουμένῃ πολύς· αὕτη δ᾿ ἐπίκειται καὶ ἀπέχει μικρόν· οὐ μὴν οὐθέν γε μέρος ἀλλὰ πολλῷ πλεῖον ἐν τῇ ἠπείρῳ· πλεῖστον γὰρ ὅλως ἐν τῇ Λιβύῃ, καθάπερ εἴρηται, τοῦτο καὶ ὁ παλίουρός ἐστιν· ἐν γὰρ Εὐεσπερίσι τούτοις καυσίμοις χρῶνται. διαφέρει δὲ οὗτος ὁ λωτὸς τοῦ παρὰ τοῖς Λωτοφάγοις.

Ὁ δὲ παλίουρος θαμνωδέστερος τοῦ λωτοῦ· φύλλον δὲ παρόμοιον ἔχει τῷ ἐνταῦθα, τὸν δὲ καρπὸν διάφορον· οὐ γὰρ πλατὺν ἀλλὰ στρογγύλον καὶ ἐρυθρόν, μέγεθος δὲ ἡλίκον τῆς κέδρου ἢ μικρῷ μεῖζον· πυρῆνα δὲ ἔχει οὐ συνεσθιόμενον καθάπερ ταῖς ῥοαῖς· ἡδὺν δὲ τὸν καρπόν· καὶ ἐάν τις οἶνον ἐπιχέῃ καὶ αὐτὸν ἡδίω γίνεσθαί φασι καὶ τὸν οἶνον ἡδίω ποιεῖν.

[*](¹ cf. Hdt. 4. 177; Athen. 14. 651: Seyl. Peripl. Lotophagi.)[*](2 A ruler of Cyrene, who invaded Carthaginian territory in conjunction with Agathocles, B.C. 308.)[*](³ τῇ λωτοφαγιτίδι conj. W.; τῇ Λωτοφαίᾳ φάριδι UM Ald.)[*](4 μέρος: μείων conj. Sch. (non minor G).)
306

Ἔνιοι δὲ τὸ τοῦ λωτοῦ δένδρον θαμνῶδες εἶναι καὶ πολύκλαδον, τῷ στελέχει δὲ εὐπαχές· τὸν δὲ καρπὸν μέγα τὸ κάρυον ἔχειν· τὸ δ᾿ ἐκτὸς οὐ σαρκῶδες ἀλλὰ δερματωδέστερον· ἐσθιόμενον δὲ οὐχ οὕτω γλυκὺν ὡς εὔστομον· καὶ τὸν οἶνον ὃν ἐξ αὐτοῦ ποιοῦσιν οὐ διαμένειν ἀλλ᾿ ἢ δύο ἢ τρεῖς ἡμέρας εἶτ᾿ ὀξύνειν. ἡδίω μὲν οὖν τὸν καρπὸν τὸν ἐν τοῖς Λωτοφάγοις, ξύλον δὲ κάλλιον τὸ ἐν Κυρηναίᾳ· θερμοτέραν δὲ εἶναι τὴν χώραν τὴν τῶν Λωτοφάγων· τοῦ ξύλου δὲ τὴν ῥίζαν εἶναι μελαντέραν μὲν πολὺ πυκνὴν δὲ ἦττον καὶ εἰς ἐλάττω χρησίμην· εἰς γὰρ τὰ ἐγχειρίδια καὶ τὰ ἐπικολλήματα χρῆσθαι, τῷ ξύλῳ δὲ εῖς τε τοὺς αὐλοὺς καὶ εἰς ἄλλα πλείω.

Ἐν δὲ τῇ μὴ ὑομένῃ τῆς Λιβύης ἄλλα τε πλείω φύεσθαι καὶ φοίνικας μεγάλους καὶ καλούς· οὐ μὴν ἀλλ᾿ ὅπου μὲν φοῖνιξ ἁλμυρίδα τε εἶναι καὶ ἔφυδρον τὸν τόπον, οὐκ ἐν πολλῷ δὲ βάθει ἀλλὰ μάλιστα ἐπ᾿ ὀργυίαις τρισίν. τὸ δ᾿ ὕδωρ ἔνθα μὲν γλυκὺ σφόδρα ἔνθα δὲ ἁλυκὸν πλησίον ὄντων ἀλλήλοις· ὅπου δὲ τὰ ἄλλα φύεται ξηρὸν καὶ ἄνυδρον· ἐνιαχοῦ δὲ καὶ τὰ φρέατα εἶναι ἑκατὸν ὀργυιῶν, ὥστε ὑποζυγίοις ἀπὸ τροχηλιᾶς ἀνιμᾷν· δι᾿ καὶ θαυμαστὸν πῶς ποτε ὠρύχθη τηλικαῦτα βάθη· τὸ δ᾿ οὖν τῶν ὑδάτων τῶν ὑπὸ τοὺς φοίνικας καὶ ἐν Ἄμμωνος εἶναι διαφορὰν ἔχον τὴν εἰρημένην. φύεσθαι δὲ ἐν τῇ μὴ ὑομένῃ τὸ θύμον πολὺ καὶ ἄλλα ἴδιά τε καὶ πλείω γίνεσθαι [*](¹ Sch. after Scal. places this section before § 3, making the account of this tree consecutive. ² Plin. 13. 17. 104—106.) [*](³ εὔπαχες conj. R. Const.; εὐσταχές U; εὔσταχες MP2Ald.) [*](4 cf. Hdt. 2. 96.)

308
ἐνταῦθα, καὶ πτῶκα καὶ δορκάδα καὶ στρουθὸν καὶ ἕτερα τῶν θηρίων.

ἀλλὰ ταῦτα μὲν ἄδηλον εἰ ἐκτοπίζει που πιόμενα· (διὰ γὰρ τὸ τάχος δύναται μακράν τε καὶ ταχὺ παραγενέσθαι), ἄλλως τε κεἰ δι᾿ ἡμερῶν τινων πίνουσι, καθάπερ καὶ τὰ ἥμερα παρὰ τρίτην ἢ τετάρτην ποτίζεται ταῦτα· τὸ δὲ τῶν ἄλλων ζώων, οἷον ὄφεων σαυρῶν καὶ τῶν τοιούτων, φανερὸν ὅτι ἄποτα. τοὺς δὲ Λίβυας λέγειν ὅτι τὸν ὄνον ἐσθίει ταῦτα ὃς καὶ παρ᾿ ἡμῖν γίνεται, πολύπουν τε καὶ μέλαν συσπειρώμενον εἰς ἑαυτό· τοῦτον δὲ πολύν τε γίνεσθαι σφόδρα καὶ ὑγρὸν τὴν φύσιν εἶναι.

Δρόσον δὲ ἀεὶ πίπτειν ἐν τῇ μὴ ὑομένῃ πολλήν, ὥστε δῆλον ὅτι τὸν μὲν φοίνικα καὶ εἴ τι ἄλλο φύεται ἐν ἀνύδροις τό τε ἐκ τῆς γῆς ἀνιὸν ἐκτρέφει καὶ πρὸς τούτῳ ἡ δρόσος. ἱκανὴ γὰρ ὡς κατὰ μεγέθη καὶ τὴν φύσιν αὐτῶν ξηρὰν οὖσαν καὶ ἐκ τοιούτων συνεστηκυῖαν. καὶ δένδρα μὲν ταῦτα πλεῖστα καὶ ἰδιώτατα. περὶ δὲ τοῦ σιλφίου λεκτέον ὕστερον ποῖόν τι τὴν φύσιν.