Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

δὲ βάλανος ἔχει μὲν τὴν προσηγορίαν ἀπὸ τοῦ καρποῦ· φύλλον δ᾿ αὐτῇ παραπλήσιον τῷ τῆς μυρρίνης πλὴν προμηκέστερον. ἔστι δὲ τὸ δένδρον εὐπαχὲς μὲν καὶ εὐμέγεθες, οὐκ εὐφυὲς δὲ ἀλλὰ παρεστραμμένον. τοῦ καρποῦ δὲ τοῖς κελύφεσι χρῶνται οἱ μυρεψοὶ κόπτοντες· εὐῶδες γὰρ ἔχει τὸν δὲ καρπὸν αὐτὸν ἀχρεῖον. ἔστι δὲ καὶ τῷ μεγέθει καὶ τῇ ὄψει παραπλήσιος τῷ τῆς καππάριος· ξύλον δὲ ἰσχυρὸν καὶ εἰς ἄλλα τε χρήσιμον καὶ εἰς τὰς ναυπηγίας.

Tὸ δὲ καλούμενον κουκιόφορόν ἐστιν ὅμοιον τῷ φοίνικι· τὴν δὲ ὁμοιότητα κατὰ τὸ στέλεχος ἔχει καὶ τὰ φύλλα· διαφέρει δὲ ὅτι ὁ μὲν φοῖνιξ μονοφυὲς καὶ ἁπλοῦν ἐστι, τοῦτο δὲ προσαυξηθὲν σχίζεται καὶ γίνεται δίκρουν, εἶτα πάλιν ἑκάτερον [*](¹ ἀποτιθέασιν conj. R. Coast. from G (recondunt); τιθέασι UMVAld)

298
τουτων ὁμοιως· ἔτι δὲ τὰς ῥάβδους βραχείας ἔχει σφόδρα καὶ οὐ πολλας. χρῶνται δὲ τῷ φ ύλλῳ. καθάπερ τῷ φοίνικι, πρὸς τὰ πλέγματα. καρπον δὲ ἴδιον ἔχει πολὺ διαφέροντα καὶ μεγέθει καὶ σχήματι καὶ χυλῷ· μέγεθος μὲν γὰρ ἔχει σχεδὸν χειροπληθές· στρογγύλον δὲ καὶ οὐ προμήκη· χρῶμα ἐπίξανθον· χυλὸν δὲ γλυκὺν καὶ εὔστομον· οὐκ ἀθρόον δέ, ὥσπερ ὁ φοῖνιξ, ἀλλὰ κεχωρισμένον καθ᾿ ἕνα· πυρῆνα δὲ μέγαν καὶ σφόδρα σκληρόν. ἐξ οὗ τοὺς κρίκους τορνεύουσι τοὺς εἰς τοὺς στρωματεῖς τοὺς διαποικίλους· διαφέρει δὲ πολὺ τὸ ξύλον τοῦ φοίνικος· τὸ μὲν γὰρ μανὸν καὶ ἰνῶδες καὶ χαῦνον, τὸ δὲ πυκνὸν καὶ βαρὺ καὶ σαρκῶδες καὶ διατμηθὲν οὖλον σφόδρα καὶ σκληρόν ἐστιν. καὶ οἵ γε δὴ Πέρσαι πάνυ ἐτίμων αὐτὸ καὶ ἐκ τούτου τῶν κλινῶν ἐποιοῦντο τοὺς πόδας.

Ἡ δὲ ἄκανθα καλεῖται μὲν διὰ τὸ ἀκανθῶδες ὅλον τὸ δένδρον εἶναι πλὴν τοῦ στελέχους· καὶ γὰρ ἐπὶ τῶν ἀκρεμόνων καὶ ἐπὶ τῶν βλαστῶν καὶ ἐπὶ τῶν φύλλων ἔχει. μεγέθει δὲ μέγα, καὶ γὰρ δωδεκάπηχυς ἐξ αὐτῆς ἐρέψιμος ὕλη τέμνεται. διττὸν δὲ τὸ γένος αὐτῆς, ἡ μὲν γάρ ἐστι λευκὴ ἡ δὲ μέλαινα· καὶ ἡ μὲν λευκὴ ἀσθενής τε καὶ εὔσηπτος· ἡ δὲ μέλαινα ἰσχυροτέρα τε καὶ ἄσηπτος, δι᾿ ὃ καὶ ἐν ταῖς ναυπηγίαις χρῶνται πρὸς τὰ ἐγκοίλια αὐτῇ. τὸ δένδρον δὲ οὐκ ἄγαν ὀρθοφυές. ὁ δὲ καρπὸς ἔλλοβος, καθάπερ τῶν χεδροπῶν, ᾧ χρῶνται οἱ ἐγχώριοι πρὸς τὰ δέρματα ἀντὶ κηκίδος. τὸ δ᾿ ἄνθος καὶ τῇ ὄψει καλόν, ὥστε καὶ στεφάνους ποιεῖν ἐξ αὐτοῦ, καὶ φαρμακὼδες,

300
δι᾿ ὃ καὶ συλλέγουσιν οἱ ἰατροί. γίνεται δὲ ἐκ ταύτης καὶ τὸ κόμμι· καὶ ῥέει καὶ πληγείσης καὶ αὐτόματον ἄνευ σχάσεως. ὅταν δὲ κοπῇ, μετὰ τρίτον ἔτος εὐθὺς ἀναβεβλάστηκε· πολὺ δὲ τὸ δένδρον ἐστί, καὶ δρυμὸς μέγας περὶ τὸν Θηβαϊκὸν νόμον, οὗπερ καὶ ἡ δρῦς καὶ ἡ περσέα πλείστη καὶ ἡ ἐλάα.

Καὶ γὰρ ἡ ἐλάα περὶ τοῦτον τὸν τόπον ἐστί, τῷ ποταμῷ μὲν οὐκ ἀρδευομένη, πλείω γὰρ ἢ τριακόσια στάδια ἀπέχει, ναματιαίοις δ᾿ ὕδασιν· εἰσὶ γὰρ κρῆναι πολλαί. τὸ δ᾿ ἔλαιον οὐδὲν χεῖρον τοῦ ἐνθάδε, πλὴν κακωδέστερον διὰ τὸ σπανίοις τοῖς ἁλσὶ χρῆσθαι· φύσει δὲ τὸ ξύλον τοῦ δένδρου καὶ σκληρὸν καὶ παραπλήσιον τεμνόμενον τὴν χρόαν τῷ λωτίνῳ.

Ἄλλο δέ τι δένδρον ἡ κοκκυμηλέα, μέγα μὲν τῷ μεγέθει καὶ τὴν φύσιν τοῦ καρποῦ ὅμοιον τοῖς μεσπίλοις, καὶ τὸ μέγεθος παραπλήσιον πλὴν ἔχοντα πυρῆνα στρογγύλον· ἄρχεται δὲ ἀνθεῖν μηνὸς Πυανεψιῶνος, τὸν δὲ καρπὸν πεπαίνει περὶ ἡλίου τροπὰς χειμερινάς· ἀείφυλλον δ᾿ ἐστίν. οἱ δὲ περὶ τὴν Θηβαΐδα κατοικοῦντες διὰ τὴν ἀφθονίαν τοῦ δένδρου ξηραίνουσι τὸν καρπὸν καὶ τὸν πυρῆνα ἐξαιροῦντες κόπτουσι καὶ ποιοῦσι παλάθας.

Ὕλημα δὲ ἴδιόν τι φύεται περὶ Μέμφιν, οὐ κατὰ φύλλα καὶ βλαστοὺς καὶ τὴν ὅλην μορφὴν [*](¹ cf. Hdt. ι.c.) [*](² σχάσεως conj. R. Const.; σχίσεως Ald.) [*](3 πλείστη conj. R. Const.; πλεκτὴ UMV Ald.) [*](4 cf. C.P. 6. 8. 7, where this olive is said to produce no oil.) [*](5 cf. Strabο, 17. 1. 35.)

302
ἔχον τὸ ἴδιον ἀλλ᾿ εἰς τὸ συμβαῖνον περὶ αὐτὸ πάθος· ἡ μὲν γὰρ πρόσοψις ἀκανθώδης ἐστὶν αὐτοῦ, καὶ τὸ φύλλον παρόμοιον ταῖς πτερίσιν· ὅταν δέ τις ἅψ ηται τῶν κλωνίων, ὥσπερ ἀφαυαινόμενα τὰ φύλλα συμπίπτειν φασὶν εἶτα μετά τινα χρόνον ἀναβιώσκεσθαι πάλιν καὶ θάλλειν. καὶ τὰ μὲν ἴδια τῆς χώρας,. ὅσα γ᾿ ἂν δένδρα τις ἢ θάμνους εἴποι, τά γ᾿ ἐπιφανέστατα ταῦτ᾿ ἐστί. περὶ γὰρ τῶν ἐν τῷ ποταμῷ καὶ τοῖς ἕλεσιν ὕστερον ἐροῦμεν, ὅταν καὶ περὶ τῶν ἄλλων ἐνύδρων.

Ἅπαντα δὲ ἐν τῇ χώρᾳ τὰ δένδρα τὰ τοιαῦτα μεγάλα καὶ τοῖς μήκεσι καὶ τοῖς πάχεσιν· ἐν γοῦν Μέμφιδι τηλικοῦτο δένδρον εἶναι λέγεται τὸ πάχος, ὃ τρεῖς ἄνδρες οὐ δύνανται περιλαμβάνειν. ἔστι δὲ καὶ τμηθὲν τὸ ξύλον καλόν· πυκνόν τε γὰρ σφόδρα καὶ τῷ χρώματι λωτοειδές.