Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIII. Περὶ δὲ βραχυβιότητος φυτῶν καὶ δένδρων τῶν ἐνύδρων ἐπὶ τοσοῦτον ἔχομεν ὡς ἂν καθ᾿ ὅλου λέγοντες, ὅτι βραχυβιώτερα τῶν χερσαίων ἐστί, καθάπερ καὶ τὰ ζῶα. τοὺς δὲ καθ᾿ ἕκαστον βίους ἱστορῆσαι δεῖ τῶν χερσαίων. τὰ μὲν οὖν ἄγριά φασιν οὐδεμίαν ἔχειν ὡς εἰπεῖν οἱ ὀρεοτύποι διαφοράν, ἀλλὰ πάντα εἶναι μακρόβια καὶ οὐθὲν βραχύβιον· αὐτὸ μὲν τοῦτο ἴσως ἀληθὲς λέγοντες· ἀπαντα γὰρ ὑπερτείνει πολὺ τὴν τῶν ἄλλων ζωήν. οὐ μὴν ἀλλ᾿ ὅμως ἐστὶ τὰ μὲν μᾶλλον τὰ δ᾿ ἦττον μακρόβια, καθάπερ ἐν τοῖς ἡμέροις· ποῖα [*](¹ 3. 18. 3 and 4; 4. 8. 1.)

384
δὲ ταῦτα σκεπτέον. τὰ δὲ ἥμερα φανερῶς διαφέρει τῷ τὰ μὲν εἶναι μακρόβια τὰ δὲ βραχύβια· ὡς δ’ ἁπλῶς εἰπεῖν τὰ ἄγρια τῶν ἡμέρων μακροβιώτερα καὶ ὅλως τῷ γένει καὶ τὰ ἀντιδιῃρημένα καθ' ἕκαστον, οἶον κότινος ἐλάας καὶ ἀχρὰς ἀπίου ἐρινεὸς συκῆς· ἰσχυρότερα γὰρ καὶ πυκνότερα καὶ ἀγονώτερα τοῖς περικαρπίοις.

Τὴν δὲ μακροβιότητα μαρτυροῦσιν ἐπί γέ τινων καὶ ἡμέρων καὶ ἀγρίων καὶ αἱ παραδεδομέναι φῆμαι παρὰ τῶν μυθολόγων· ἐλάαν μὲν γὰρ λέγουσι τὴν Ἀθήνῃσι, φοίνικα δὲ τὸν ἐν Δήλῳ. κότινον δὲ τὸν ἐν Ὀλυμπίᾳ, ἀφ’ οὗ ὁ στέφανος· φηγοὺς δὲ τὰς ἐν Ἰλίῳ τὰς ἐπὶ τοῦ Ἴλου μνήματος· τινὲς δέ φασι καὶ τὴν ἐν Δελφοῖς πλάτανον Ἀγαμέμνονα φυτεῦσαι καὶ τὴν ἐν Καφύαις τῆς Ἀρκαδίας. ταῦτα μὲν οὖν ὅπως ἔχει τάχ’ ἂν ἕτερος εἴη λόγος· ὅτι δέ ἐστι μεγάλη διαφορὰ τῶν δένδρων φανερόν· μακρόβια μὲν γὰρ τά τε προειρημένα καὶ ἕτερα πλείω· βραχύβια δὲ καὶ τὰ τοιαῦτα ὁμολογουμένως, οἶον ῥοιὰ συκῆ μηλέα, καὶ τούτων ἡ ἠρινὴ μᾶλλον καὶ ἡ γλυκεῖα τῆς ὀξείας, ὥσπερ τῶν ῥοῶν ἡ ἀπύρηνος. βραχύβια δὲ καὶ ἀμπέλων ἔνια γένη καὶ μάλιστα τὰ πολύκαρπα· δοκεῖ δὲ καὶ τὰ πάρυδρα βραχυβιώτερα [*](¹ καὶ τὰ ἀντ. conj. W.; κατὰ ἀντ. UMV τὰ ὰντ. Ald. H.) [*](2 περικαρπίοις : cf. C . 1. 17. 5.) [*](On the Acropolis : cf. Hdt. 8. 55; Soph. Ο.C. 694 foll.)

386
τῶν ἐν τοῖς ξηροῖς εἶναι, οἶον ἰτέα λεύκη ἀκτ ὴ αἴγειρος.

Ἔνια δὲ γηράσκει μὲν καὶ σ ήπεται ταχέως, παραβλαστάνει δὲ πάλιν ἐκ τῶν αὐτῶν, ὥσπερ α δάφναι καὶ αἱ μηλέαι τε καὶ αἱ ῥ όαι καὶ τῶν φιλύδρων τὰ πολλά· περὶ ὦν καὶ σκέψαιτ’ ἄν τις πότερα ταὐτὰ δεῖ λέγειν ἡ ἕτερα· καθάπερ εἴ τις τὸ στέλεχος ἀποκόψ ας, ὥσπερ ποιοῦσιν οἱ γεωργοί, πάλιν ἀναθεραπεύοι τοὺς βλαστούς, ἢ εἰ καὶ ὅλως ἐκκόψειεν ἄχρι τῶν ῥιζῶν καὶ ἐπικαύσειεν· καὶ γὰρ ταῦτα ποιοῦσιν, ὁτὲ δὲ καὶ ἀπὸ τοῦ αὐτομάτου συμβαίνει· πότερα δὴ τοῦτο ταὐτὸ δεῖ λέγειν ἢ ἕτερον; ᾗ μὲν γὰρ ἀεὶ τὰ μέρη τας αὐξήσεις καὶ φθίσεις φαίνεται παραλλάττοντα καὶ ἔτι τὰς διακαθάρσεις τὰς ὑπ' αὐτῶν, ταύτῃ μὲν ἄν δόξειε ταὐτὸν εἶναι· τί γὰρ ἂν ἐπὶ τούτων ἢ ἐκείνων διαφέροι; ᾗ δ’ ὥσπερ οὐσία καὶ φύσις τοῦ δένδρου μάλιστ’ ἂν φαίνοιτο τὸ στέλεχος, ὅταν μεταλλάττῃ τοῦτο, κἂν τὸ ὅλον ἕτερον ὑπολάβοι τις, εἰ μὴ ἄρα διὰ τὸ ἀπὸ τῶν αὐτῶν ἀρχῶν εἶναι ταὐτὸ θείη· καίτοι πολλάκις συμβαίνει καὶ τὰς ῥίζας ἑτέρας εἶναι καὶ μεταβάλλειν τῶν μὲν σηπο μένων τῶν δ’ ἐξ ἀρχῆς βλαστανουσῶν.

ἐπεί, ἐὰν ἀληθὲς ᾖ, ὥς γέ τινές φασι, τὰς ἀμπέλους μακροβιωτάτας [*](¹ cf. C.P. 2. 11. 5.) [*](² ὰναθεραπε ύοι conj. W,; ὰναθεραπεύει Ald.) [*](3 ἢ εἰ καὶ ὅλως conj. W.; ἂ εἰ καὶ καλῶς U; ἀεὶ καὶ καλ ῶς M V; καὶ εἰ καλῶς Ald H.) [*](⁴ Sc. and then encourage new growth.)

388
εἶναι τῷ μὴ φύειν ἑτέρας ἀλλ᾿ ἐξ αὐτῶι ἀεὶ συναναπληροῦσθαι, γελοῖον ἂν ἴσως δοκοίη τοιαύτη σύγκρισις ἐὰν μὴ μένῃ τὸ στέλεχος· αὕτη γὰρ οἶον ὑπόθεσις καὶ φύσις δένδρων. τοῦτο μὲν οὖν ὁποτέρως ποτὲ λεκτέον οὐθὲν ἂν διενέγκαι πρὸς τὰ νῦν.

τάχα δ᾿ ἂν εἴη μακροβιώτατον τὸ πάντως δυνάμενον ἀνταρκεῖν, ὥσπερ ἡ ἐλάα καὶ τῷ στελέχει καὶ τῇ παραβλαστήσει καὶ τῷ δυσωλέθρους ἔχειν τὰς ῥίζας. δοκεῖ δὲ ὁ βίος τῆς γε μιᾶς εἶναι, καθ᾿ ὃν τὸ στέλεχος δεῖ τὴν ἀρχὴν τιθέντα μέτρον ἀναμετρεῖν τὸν χρόνον. μάλιστα περὶ ἔτη διακόσια. εἰ δ᾿ ὅπερ ἐπὶ τῶν ἀμπέλων λέγουσί τινες, ὡς παραιρουμένων τῶν ῥιζῶν κατὰ μέρος δύναται διαμένειν τὸ στέλεχος. καὶ ἡ ὅλη φύσις ὁμοία καὶ ὁμοιοφόρος ὁποσονοῦν χρόνον, μακροβιώτατον ἂν εἴη πάντων. φασὶ δὲδεῖν οὕτω ποιεῖν ὅταν ἤδη δοκῇ καταφέρεσθαι· κλήματά τε ἐπιβάλλειν καὶ καρποῦσθαι τὸν ἐνιαυτόν· μετὰ δὲ ταῦτα κατασκάψαντα ἐπὶ θάτερα τῆς ἀμπέλου περικαθᾶραι πάσας τὰς ῥίζας, εἶτ᾿ ἐμπλῆσαι φρυγάνων καὶ ἐπαμήσασθαι τὴν γῆν· τούτῳ μὲν οὖν τῷ ἔτει κακῶς φέρειν σφόδρα, τῷ δ᾿ ὑστέρῳ βέλτιον, τῷ δὲ τρίτῳ καὶ [*](¹ ἐξ αὐτῶν Ald., sc. τῶν ῥιζῶν; ἐκ τῶν αὐτῶν conj. W.) [*](² i.e. such an argument practically assumes the permanence of the trunk, which in the case of the vine can hardly be considered apart from the root. δοκοίη τοιαύτη σύγκρισις I conj. from G; δικαιοτάτη σύγκρισις M VAld. ; δικαιοτάτηι συγκρίσεις U; δοκοίη εἶναι ἢ σύγκρισις conj. Sch.; so W. in his earlier edition : in his later editions he emends wildly.)

390
τετάρτῳ καθίστασθαι καὶ φέρειν πολλοὺς καί καλούς, ὥστε μηδὲν διαφέρειν ἡ ὅτε ἤκμαζεν· ἐπειδὰν δὲ πάλιν ἀποπληγῇ, θάτερον μέρος παρασκάπτειν καὶ θεραπεύειν ὁμοίως, καὶ οὕτως αἰεὶ διαμένειν· ποιεῖν δὲ τοῦτο μάλιστα δι’ ἐτῶν δέκα· δι’ καὶ κόπτειν οὐδέποτε τοὺς τοῦτο ποιοῦντας, ἀλλ’ ἐπὶ γενεὰς πολλὰς ταὐτὰ τὰ στελέχη διαμένειν, ὥστε μηδὲ μεμνῆσθαι τοὺς φυτεύσαντας· τοῦτο μὲν οὖν ἴσως τῶν πεπειραμένων ἀκούοντα δεῖ πιστεύειν.

τὰ δὲ μακρόβια καὶ βραχύβια διὰ τῶν εἰρημένων θεωρητέον.