Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικός καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφ ύσει· κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τό πολύφυλλον καὶ παρόμοιον ἔχειν τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ

378
φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο.

Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθόν ἀλλ' ἐπὶ γῆς ἀφίησι τόν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό τινων εἰλετίας---.

Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ’ ὅμοιον τῇ ἰτεᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.

XII. Κατάλοιπον δὲ εἰπεῖν ὡσὰν ἐκ τοῦ γένους τούτου περὶ σχοίνου· καὶ γὰρ καὶ τοῦτο τῶν ἐνύδρων θετέον. ἔστι δὲ αὐτοῦ τρία εἴδη, καθάπερ τινὲς διαιρνῦσιν, ὅ τε ὀξὺς καὶ ἄκαρπος, ὃν δὴ καλοῦσιν ἄρρενα, καὶ ὁ κάρπιμος, ὃν μελαγκρανὶν [*](¹ θρύον, a kind of grass (see Index : cf. Hom. Il. 21. 351), conj. Sch.; βρύον MSS. ; however Plut. Nat. Quaest. 2 gives βρύον along with τύφη and φλεώς in a list of marsh plants.) [*](² δὲ δεῖ τοῦτο conj. W.; δὲ τοῦτο UMVAld.)

380
καλοῦμεν διὰ τὸ μέλανα τὸν καρπόν ἔχειν, παχύτερος δὲ οὗτος καὶ σαρκωδέστερος· καὶ τρίτος τῷ μεγέθει καὶ τῇ παχύτητι καὶ εὐσαρκίᾳ διαφέρων ὁ καλούμενος ὁλόσχοινος.

Ἡ μὲν οὖν μελαγκρανὶς αὐτός τις καθ' αὑτόν· ὁ δ’ ὀξὺς καὶ ὁλόσχοινος ἐκ τοῦ αὐτοῦ φύονται· ὃ καὶ ἄτοπον φαίνεται, καὶ θαυμαστόν γ’ ἦν ἰδεῖν ὅλης κομισθείσης τῆς σχοινιᾶς· οἱ πολλοὶ γὰρ ἦσαν ἄκαρποι πεφυκότες ἐκ τοῦ αὐτοῦ, κάρπιμοι δὲ ὀλίγοι. τοῦτο μὲν οὖν ἐπίσκεπτέον. ἐλάττους δὲ ὅλως οἱ κάρπιμοι· πρὸς γὰρ τὰ πλέγματα χρησιμώτερος ὁ ὁλόσχοινος διὰ τὸ σαρκῶδες καὶ μαλακόν. κορυνᾷ δ’ ὅλως ὁ κάρπιμος ἐξ αὐτοῦ τοῦ γραμμώδους ἐξοιδήσας, κἄπειτα ἐκτίκτει καθάπερ ὠά. πρὸς μιᾷ γὰρ ἀρχῇ γραμμώδει ἔχει τοὺς περισταχυώδεις μίσχους, ἐφ’ ὦν ἄκρων παραπλαγίους τὰς τῶν ἀγγείων ἔχει στρογγυλότητας ὑποχασκούσας· ἐν τούτοις δὲ τὸ σπερμάτιον ἀκιδῶδές ἐστι μέλαν ἑκάστῳ προσεμφερὲς τῷ τοῦ ἀστερίσκου πλὴν ἀμενηνότερον.

ῥίζαν δὲ ἔχει μακρὰν καὶ παχυτέραν πολὺ τοῦ σχοίνου· αὕτη δ' αὐαίνεται καθ' ἕκαστον ἐνιαυτόν, εἶθ’ ἑτέρα πάλιν ἀπὸ τῆς κεφαλῆς τοῦ σχοίνου καθίεται· τοῦτο δὲ καὶ ἐν τῇ ὄψει φανερὸν ἰδεῖν τὰς μὲν αὔας τὰς δὲ χλωρὰς καθιεμένας· ἡ δὲ κεφαλὴ ὁμοία τῇ τῶν κρομύων καὶ τῇ τῶν γητείων, συμπεφυκυῖά [*](1 θ. γ’ ἦν ἰδεῖν conj. W. from G; θ. ἐν γ’ εἴδεῖν U; θ. ἔν γε ἰδεῖν MVP: θ. ἐνιδεῖν Ald.) [*](² οἱ κάρπιμοι conj. R. Const.; οἱ καρποί Ald. H.) [*](3 γὰρ seems meaningless ; G has autem.) [*](4 κορονᾷ; cf. 3. 5. 1.) [*](5 γραμμώδει conj. R. Coast.; γραμμώδεις Ald. H.)

382
πως ἐκ πλειόνων εἰς ταὐτὸ καὶ πλατεῖα κάτωθεν ἔχουσα κελύφη ὑπέρυθρα. συμβαίνει δ᾿ οὖν ἴδιον ἐπὶ τῶν ῥιζῶν εἰ αὐαίνονται κατ᾿ ἐνιαυτὸν καὶ ἐκ τοῦ ἄνωθεν πάλιν ἡ γένεσις. τῶν μὲν οὖν σχοίνων τοιαύτη τις φύσις.

Εἰ δὲ καὶ ὁ βάτος καὶ ὁ παλίουρος ἔνυδρά πώς ἐστιν ἢ πάρυδρα, καθάπερ ἐνιαχοῦ, φανεραὶ σχεδὸν καὶ αἱ τούτων διαφοραί· περὶ ἀμφοῖν γὰρ εἴρηται πρότερον.

Τῶν δὲ νήσων τῶν πλοάδων τῶν ἐν Ὀρχομενῷ τὰ μὲν μεγέθη παντοδαπὰ τυγχάνει, τὰ δὲ μέγιστα αὐτῶν ἐστιν ὅσον τριῶν σταδίων τὴν περί μετρον. ἐν Αἰγύπτῳ δὲ μάλιστα μεγάλα σφόδρα συνίσταται, ὥστε καὶ ὗς ἐν αὐταῖς ἐγγίνεσθαι. πολλούς, οὓς καὶ κυνηγετοῦσι διαβαίνοντες. καὶ περὶ μὲν ἐνύδρων ταῦτ᾿ εἰρήσθω.