Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Διαφέρουσι δὲ καὶ τόποι τόπων καὶ ἀὴρ ἀέρος· ἐνιαχοῦ γὰρ ἐκφέρειν ἡ χώρα δοκεῖ τὰ ὅμοια, καθάπερ καὶ ἐν Φιλίπποις· ἀνάπαλιν ὀλίγα καὶ ὀλιγαχοῦ λαμβάνειν μεταβολήν, ὥστε ἐκ σπέρματος ἀγρίου ποιεῖν ἥμερον ἢ ἐκ χείρονος ἀπλῶς βέλτιον· τοῦτο γὰρ ἐπὶ τῆς ῥόας μόνον ἀκηκόαμεν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ συμβαίνειν· ἐν Αἰγύπτῳ μὲν γὰρ τὴν ὀξεῖαν καὶ σπαρεῖσαν καὶ φυτευθεῖσαν γλυκεῖαν γίνεσθαί πως ἢ οἰνώδη· περὶ δὲ Σόλους τῆς Κιλικίας περὶ ποταμὸν τὸν Πίναρον, οὗ ἡ μάχη πρὸς Δαρεῖον ἐγένετο, πᾶσαι γίνονται ἀπύρηνοι.

8 Εὔλογον δὲ καὶ εἴ τις τὸν παρ᾿ ἡμῶν φοίνικα φυτεύοι ἐν Βαβυλῶνι, κάρπιμόν τε γίνεσθαι καὶ ἐξομοιοῦσθαι τοῖς ἐκεῖ. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τις ἑτέρα προσάλληλον ἔχει καρπὸν τόπῳ· κρείττων γὰρ οὗτος τῆς ἐργασίας καὶ τῆς θεραπείας. σημεῖον δ᾿ ὅτι μεταφερόμενα τἀκεῖθεν ἄκαρπα τὰ δὲ καὶ ὅλως ἀβλαστῆ γίνεται.

Μεταβάλλει δὲ καὶ τῇ τροφῇ καὶ διὰ τὴν [*](¹ i. e. that they should improve from seed.) [*](² Whereas wild trees are produced only from seed.) [*](³ i. e. improve a degenerate seedling.) [*](4 ἁπλῶς: ? om. Sch. 5 cf. C.P. 1. 9. 2.)

116
ἄλλην ἐπιμέλειαν, οἷς καὶ τὸ ἄγριον ἐξημεροῦται καὶ αὐτῶν δὲ τῶν ἡμερων ἔνια ἀπαγριοῦται, οἷοιν ῥόα καὶ ἀμυγδαλῆ. ἤδη δέ τινες καὶ ἐκ κριθῶν ἀναφ ῦναί φασι πυροὺς καὶ ἐκ πυρῶν κριθὰς καὶ ἐπὶ τοῦ αὐτοῦ πυθμένος ἄμφω. ταῦτα μὲν οὖν ὡς μυθωδέστερα δεῖ δέχεσθαι. μεταβάλλει δ᾿ οὖν τὰ μεταβάλλοντα τὸν τρόπον τοῦτον αὐτομάτως· ἐξαλλαγῇ δὲ χώρας, ὥσπερ ἐν Αἰγύπτῳ καὶ Κιλικίᾳ περὶ τῶν ῥοῶν εἴπομεν, οὐδὲ διὰ μίαν θεραπείαν.