Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Ὡσαύτως δὲ καὶ ὅπου τὰ κάρπιμα ἄκαρπα γίνεται, καθάπερ τὸ πέρσιον τὸ ἐξ Αἰγύπτου καὶ ὁ φοῖνιξ ἐν τῇ Ἑλλάδι καὶ εἰ δή τις κομίσειε τὴν ἐν Κρήτῃ λεγομένην αἴγειρον. ἔνιοι δέ φασι καὶ τὴν ὄην ἐὰν εἰς ἀλεεινὸν ἔλθῃ σφόδρα τόπον ἄκαρπον γίνεσθαι· φύσει γὰρ ψυχρόν. εὔλογον δὲ ἀμφότερα συμβαίνειν κατὰ τὰς ἐναντιώσεις, εἴπερ μηδ᾿ ὅλως ἔνια φύεσθαι θέλει μεταβάλλοντα τοὺς τόπους. καὶ κατὰ μὲν τὰς χώρας αἱ τοιαῦται μεταβολαί.

11 Κατὰ δὲ τὴν φυτείαν τὰ ἀπὸ τῶν σπερμάτων φυτευόμενα, καθάπερ ἐλέχθη· παντοῖαι γὰρ αἱ ἐξαλλαγαὶ καὶ τούτων. τῇ θεραπείᾳ δὲ μεταβάλλει ῥόα καὶ ἀμυγδαλῆ· ῥόα μὲν κόπρον ὑείαν λαβοῦσα καὶ ὕδατος πλῆθος ῥυτοῦ· ἀμυγδαλῆ δὲ ὅταν πάτταλόν τις ἐνθῇ, καὶ τὸ δάκρυον ἀφαιρῇ τὸ ἐπιρρέον πλείω χρόνον καὶ τὴν ἄλλην ἀποδιδῷ [*](¹ ἔνια ἀπαγριοῦται οἷον conj. W,: ἔνια καὶ ἀπορῇ τε ῥόα UV; ἐ. καὶ ἀπορῇ τὰ ῥόα M; ἐ. καὶ ἀπορρεῖ τὰ ῥόα Ald.) [*](2 i. e. cultivation has nothing to do with it.) [*](3 2. 2. 7. 4 cf. 3. 3 4. 5 Plin. 17. 242.) [*](6 i. e. improve. cf. 2. 2. 6 ad fin.)

118
θεραπείαν.

ὡσαύτως δὲ δῆλον ὅτι καὶ ὅσα ἐξημεροῦται τῶν ἀγρίων ἢ ἀπαγριοῦται τῶν ἡμέρων· τὰ μὲν γὰρ θεραπείᾳ τὰ δ᾿ ἀθεραπευσίᾳ μεταβάλλει· πλὴν εἴ τις λέγοι μηδὲ μεταβολὴν ἀλλ᾿ ἐπίδοσιν εἰς τὸ βέλτιον εἶναι καὶ χεῖρον· οὐ γὰρ οἷόν τε τὸν κότινον ποιεῖν ἐλάαν οὐδὲ τὴν ἀχράδα ποιεῖν ἄπιον οὐδὲ τὸν ἐρινεὸν συκῆν. ὃ γὰρ ἐπὶ τοῦ κοτινου φασὶ συμβαίνειν, ὥστ᾿ ἐὰν περικοπεὶς τὴν θαλιαν ὅλως μεταφυτευθῇ φέρειν φαυλίας, μετακίνησίς τις γίνεται οὐ μεγάλη. ταῦτα μὲν οὖν ὁποτέρως δεῖ λαβεῖν οὐθὲν ἂν διαφέροι.