Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ἐν μὲν οὖν τοῖς πλείστοις ἀνώνυμος [*](¹ Lit. ‘muscles and veins.’) [*](2 i.e. the analogy with animals is probably imperfect, but is useful so far as it goes.) [*](3 1. 1. 10. 4 e.g. the root, as such.) [*](5 e.g the different forms which roots assume.)

20
ἡ ὑγρότης, ἐν ἐνίοις δὲ ὠνομασμένη καθάπερ εἴρηται. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν ζώων ὑπάρχει· μόνη γὰρ ἡ τῶν ἐναίμων ὑγρότης ὠνόμασται, δι᾿ ὃ καὶ διῄρηται πρὸς τοῦτο στερήσει· τὰ μὲν γὰρ ἄναιμα τὰ δ᾿ ἔναιμα λέγεται. ἕν τι μὲν οὖν τοῦτο τὸ μέρος καὶ τὸ τούτῳ συνηρτημένον θερμόν.

Ἄλλα δ᾿ ἤδη ἕτερα τῶν ἐντός, ἃ καθ᾿ ἑαυτὰ μέν ἐστιν ἀνώνυμα, διὰ δὲ τὴν ὁμοιότητα ἀπεικάζεται τοῖς τῶν ζώων μορίοις. ἔχουσι γὰρ ὥσπερ ἶνας· ὅ ἐστι συνεχὲς καὶ σχιστὸν καὶ ἐπίμηκες, ἀπαράβλαστον δὲ καὶ ἄβλαστον.

ἔτι δὲ φλέβας. αὗται δὲ τὰ μὲν ἄλλα εἰσὶν ὅμοιαι τῇ ἰνί, μείζους δὲ καὶ παχύτεραι καὶ παραβλάστας ἔχουσαι καὶ ὑγρότητα. ἔτι ξύλον καὶ σάρξ. τὰ μὲν γὰρ ἔχει σάρκα τὰ δὲ ξύλον. ἔστι δὲ τὸ μὲν ξύλον σχιστόν, ἡ δὲ σὰρξ πάντη διαιρεῖται ὥσπερ γῆ καὶ ὅσα γῆς· μεταξὺ δὲ γίνεται ἰνὸς καὶ φλεβός· φανερὰ δὲ ἡ φύσις αὐτῆς ἐν ἄλλοις τε καὶ ἐν τοῖς τῶν περικαρπίων δέρμασι. φλοιὸς δὲ καὶ μήτρα κυρίως μὲν λέγεται, δεῖ δὲ αὐτὰ καὶ τῷ λόγῳ διορίσαι. φλοιὸς μὲν οὖν ἐστι τὸ ἔσχατον καὶ χωριστὸν τοῦ ὑποκειμένου σώματος. μήτρα δὲ τὸ μεταξὺ τοῦ ξύλου, τρίτον ἀπὸ τοῦ φλοιοῦ οἷον ἐν τοῖς ὀστοῖς μυελός. καλοῦσι δέ τινες τοῦτο [*](¹ πλείστοις conj. Mold.; πρώτοις Ald.H. ² 1. 1. 3.) [*](3 ἀλαράβλαστον conj. R.Const.; ἀπαράβλητον UMV Αld.) [*](⁴ ἔτι δὲ conj. W.; ἔχον Ald. 5 Fibre.) [*](6 i.e. can be split in one direction.) [*](e.q. an unripe walnut.)

22
καρδίαν, οἱ δ᾿ ἐντεριώνην· ἔνιοι δὲ τὸ ἐντὸς τῆς μήτρας αὐτῆς καρδίαν, οἱ δὲ μυελόν.

Τὰ μὲν οὖν μόρια σχεδόν ἐστι τοσαῦτα. σύγκειται δὲ τὰ ὕστερον ἐκ τῶν προτέρων· ξύλον μὲν ἐξ ἰνὸς καὶ ὑγροῦ, καὶ ἔνια σαρκός· ξυλοῦται γὰρ σκληρυνομένη, οἷον ἐν τοῖς φοίνιξι καὶ νάρθηξι καὶ εἴ τι ἄλλο ἐκξυλοῦται, ὥσπερ αἱ τῶν ῥαφανίδων ῥίζαι· μήτρα δὲ ἐξ ὑγροῦ καὶ σαρκός· φλοιὸς δὲ ὁ μέν τις ἐκ πάντων τῶν τριῶν, οἷον ὁ τῆς δρυὸς καὶ αἰγείρου καὶ ἀπίου· ὁ δὲ τῆς ἀμπέλου ἐξ ὑγροῦ καὶ ἰνός· ὁ δὲ τοῦ φελλοῦ ἐκ σαρκὸς καὶ ὑγροῦ. πάλιν δὲ ἐκ τούτων σύνθετα τὰ μέγιστα καὶ πρῶτα ῥηθέντα καθαπερανεὶ μέλη, πλὴν οὐκ ἐκ τῶν αὐτῶν πάντα οὐδὲ ὡσαύτως ἀλλὰ διαφόρως.

Εἰλημμένων δὲ πάντων τῶν μορίων ὡς εἰπεῖν τὰς τούτων διαφορὰς πειρατέον ἀποδιδόναι καὶ τὰς ὅλων τῶν δένδρων καὶ φυτῶν οὐσίας.

ΙΙΙ. Ἐπεὶ δὲ συμβαίνει σαφεστέραν εἶναι τὴν μάσησιν διαιρουμένων κατὰ εἴδη, καλῶς ἔχει τοῦτο ποιεῖν ἐφ᾿ ὧν ἐνδέχεται. πρῶτα δέ ἐστι καὶ μέγιστα καὶ σχεδὸν ὑφ᾿ ὧν πάντ᾿ ἢ τὰ πλεῖστα περιέχεται τάδε, δένδρον θάμνος φρυγανον πόα.

Δένδρον μὲν οὖν ἐστι τὸ ἀπὸ ῥίζης μονοστέλεχες [*](¹ φοελλοῦ conj. H.; φύλλον UVP2P3Ald.; φυλλωοῦ M.) [*](² i. e. root, stem, branch, twig: cf. 1. 1. 9.) [*](3 σαφεστέραν conj. W.; σαφέστερον Ald.) [*](4 εἴδη here ═ γένη; cf. 6. 1. 2. n.) [*](5 πάντ᾿ ἢ conj. Sch. after G; πάντη UMV Ald.)

24
πολύκλαδον ὀζωτὸν οὐκ εὐαπόλυτον, οἷον ἐλάα συκῆ ἄμπελος· θάμνος δὲ τὸ ἀπὸ ῥίζης πολύκλαδον, οἷον βάτος παλίουρος. φρυγανον δὲ τὸ ἀπὸ ῥίζης πολυστέλεχες καὶ πολύκλαδον οἷον καὶ θύμβρα καὶ πήγανον. πόα δὲ τὸ ἀπὸ ῥίζης φυλλοφόρον προϊὸν ἀστέλεχες, οὗ ὁ καυλὸς σπερμοφόρος, οἷον ὁ σῖτος καὶ τὰ λάχανα.

Δεῖ δὲ τοὺς ὅρους οὕτως ἀποδέχεσθαι καὶ λαμβάνειν ὡς τύπῳ καὶ ἐπὶ τὸ πᾶν λεγομένους· ἔνια γὰρ ἴσως ἐπαλλάττειν δόξειε, τὰ δὲ καὶ παρὰ τὴν ἀγωγὴν ἀλλοιότερα γίνεσθαι καὶ ἐκβαίνειν τῆς φύσεως, οἷον μαλάχη τε εἰς ὕψος ἀναγοιένη καὶ ἀποδενδρουμένη· συμβαίνει γὰρ τοῦτο καὶ οὐκ ἐν πολλῷ χρόνῳ ἀλλ᾿ ἐν ἓξ ἢ ἑπτὰ μησὶν. ὥστε μῆκος καὶ πάχος δορατιαῖον γίνεσθαι, δι᾿ ὃ καὶ βακτηρίαις αὐταῖς χρώνται, πλείονος δὲ χρόνου γινομένου κατὰ λόγον ἡ ἀπόδοσις· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεύτλων· καὶ γὰρ ταῦτα λαμβάνει μέγεθος· ἔτι δὲ μᾶλλον ἄγνοι καὶ ὁ παλίουρος καὶ ὁ κιττός, ὥσθ᾿ ὁμολογουμένως ταῦτα γίνεται δένδρα· καί τοι θαμνώδη γέ ἐστιν.