Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ΙΙ. Ἄλλα δὲ ἐξ ὧν ταῦτα φλοιὸς ξύλον μήτρα. ὅσα ἔχει μήτραν. πάντα δ᾿ ὁμοιομερῆ. καὶ τὰ τούτων δὲ ἔτι πρότερα καὶ ἐξ ὧν ταῦτα, ὑγρὸν ἵς [*](¹ There is no exact English equivalent for ὁμοιομερέs, which denotes a whole composed of parts, each of which is, as it were, a miniature of the whole. cf. Arist. H.A. 1. 1.) [*](² i.e. any part taken of flesh or bone may be called ' flesh’ or ‘bone.’) [*](3 e.q. bark ; cf. 1. 2. 1. ⁴ e.q. fruit.)

16
φλὲψ σάρξ· ἀρχαὶ γὰρ αὗται· πλὴν εἴ τις λέγοι τὰς τῶν στοιχείων δυνάμεις, αὗται δὲ κοιναὶ πάντων. ἡ μὲν οὖν οὐσία καὶ ἡ ὅλη φύσις ἐν τούτοις.

Ἄλλα δ᾿ ἐστὶν ὥσπερ ἐπέτεια μέρη τὰ πρὸς τὴν καρποτοκίαν, οἷον φύλλον ἄνθος μίσχος· τοῦτο δ᾿ ἐστὶν ᾧ συνήρτηται πρὸς τὸ φυτὸν τὸ φύλλον καὶ ὁ καρπός· ἔτι δὲ ἕλιξ βρύον, οἷς ὑπάρχει, καὶ ἐπὶ πᾶσι σπέρμα τὸ τοῦ καρποῦ· καρπὸς δ᾿ ἐστὶ τὸ συγκείμενον σπέρμα μετὰ τοῦ περικαρπίου. παρὰ δὲ ταῦτα ἐνίων ἴδια ἄττα, καθάπερ ἡ κηκὶς δρυὸς καὶ ἡ ἕλιξ ἀμπέλου.

Καὶ τοῖς μὲν δένδρεσιν ἔστιν οὕτως διαλαβεῖν. τοῖς δ᾿ ἐπετείοις δῆλον ὡς ἅπαντα ἐπέτεια· μέχρι γὰρ τῶν καρπῶν ἡ φύσις. ὅσα δὴ ἐπετειόκαρπα καὶ ὅσα διετίζει, καθάπερ σέλινον καὶ ἄλλ᾿ ἄττα, καὶ ὅσα δὲ πλείω χρόνον ἔχει, τούτοις ἅπασι καὶ ὁ καυλὸς ἀκολουθήσει κατὰ λόγον· ὅταν γὰρ σπερμοφορεῖν μέλλωσι, τότε ἐκκαυλοῦσιν, ὡς ἕνεκα τοῦ σπέρματος ὄντων τῶν καυλῶν.

Ταῦτα μὲν οὖν ταύτῃ διῃρήσθω. τῶν δὲ ἄρτι εἰρημένων μερῶν πειρατέον ἕκαστον εἰπεῖν τί ἐστιν ὡς ἐν τύπῳ λέγοντας.

Τὸ μὲν οὖν ὑγρὸν φανερόν· ὃ δὴ καλοῦσί τινες ἀπλῶς ἐν ἅποσιν ὀπόν, ὥσπερ καὶ Mενέστωρ, οἱ [*](1 οὐσία conj. Sch. (but he retracted it); συνουσία MSS (?) Ald.) [*](2 This definition is quoted by Hesych. s.υ. μίσ χος.) [*](3 ? om. ἕλιξ, which is mentioned below.) [*](4 τὸ συγκείμενον σπέρμα, lit. ‘the compound seed,’ i.e. as many seeds as are contained in one περικάρπιον.)

18
δ᾿ ἐν μὲν τοῖς ἄλλοις ἀνωνύμως ἐν δέ τισιν ὀπὸν καὶ ἐν ἄλλοις δάκρυον. ἶνες δὲ καὶ φλέβες καθ᾿ αὑτὰ μὲν ἀνώνυμα τῇ δὲ ὁμοιότητι μεταλαμβάνουσι τῶν ἐν τοῖς ζώοις μορίων. ἔχει δὲ ἴσως καὶ ἄλλας διαφορὰς καὶ ταῦτα καὶ ὅλως τὸ τῶν φυτῶν γένος· πολύχουν γὰρ ὥσπερ εἰρήκαμεν. ἀλλ᾿ ἐπεὶ διὰ τῶν γνωριμωτ έρων μεταδιώκειν δεῖ τὰ ἀγνώριστα, γνωριμώτερα δὲ τὰ μείζω καὶ ἐμφανῆ τῇ αἰσθήσει, δῆλον ὅτι καθάπερ ὑφ ὑφήγηται περὶ τούτων λεκτέον· ἐπαναφορὰν γὰρ ἕξομεν τῶν ἄλλων πρὸς ταῦτα μέχρι πόσου καὶ πῶς ἕκαστα μετέχει τῆς ὁμοιότητος.

εἰλημμένων δὲ τῶν μερῶν μετὰ ταῦτα ληπτέον τὰς τούτων διαφοράς· οὕτως γὰρ ἅμα καὶ ἡ οὐσία φανερὰ καὶ ἡ ὅλη τῶν γενῶν πρὸς ἄλληλα διάστασις.

Ἡ μὲν οὖν τῶν μεγίστων σχεδὸν εἴρηται· λέγω δ᾿ οἶον ῥίζης καυλοῦ τῶν ἄλλων· αἱ γὰρ δυνάμεις καὶ ὧν χάριν ἕκαστον ὕστερον ῥηθήσονται. ἐξ ὧν γὰρ καὶ ταῦτα καὶ τὰ ἄλλα σύγκειται πειρατέον εἰπεῖν ἀρξαμένους ἀπὸ τῶν πρώτων.

Πρῶτα δέ ἐστι τὸ ὑγρὸν καὶ θερμόν· ἅπαν γὰρ φυτὸν ἔχει τινὰ ὑγρότητα καὶ θερμότητα σύμφυτον ὥσπερ καὶ ζῶον, ὧν ὑπολειπόντων γίνεται γῆρας καὶ φθίσις, τελείως δὲ ὑπολιπόντων θάνατος καὶ αὔανσις.