Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XII. Αἱ δὲ κατὰ τοὺς χυλοὺς καὶ τὰ σχήματα καὶ τὰς ὅλας μορφὰς σχεδὸν φανεραὶ πᾶσιν, ὥστε μὴ δεῖσθαι λόγου· πλὴν τοσοῦτόν γ᾿ ὅτι σχῆμα οὐδὲν περικάρπιον εὐθύγραμμον οὐδὲ γωνίας ἔχει. τῶν δὲ χυλῶν οἱ μέν εἰσιν οἰνώδεις, ὥσπερ ἀμπέλου συκαμίνου μύρτου· οἱ δ᾿ ἐλαώδεις, ὥσπερ ἐλάας δάφνης καρύας ἀμυγδαλῆς πεύκης πίτυος ἐλάτης· οἱ δὲ μελιτώδεις, οἷον σύκου φοίνικος διοσβαλάνου· οἱ δὲ δριμεῖς, οἷον ὀριγάνου θύμβρας καρδάμου νάπυος· οἱ δὲ πικροί, ὥσπερ ἀψινθίου κενταυρίου. διαφέρουσι δὲ καὶ ταῖς εὐωδίαις, οἷον ἀννήσου κεδρίδος· ἐνίων δὲ ὑδαρεῖς ἂν δόξαιεν, οἷον οἱ τῶν κοκκυμηλέων· οἱ δὲ ὀξεῖς, ὥσπερ ῥοῶν [*](¹ i. e. of the pulp. ³ τούτῳ conj. Sch.; τοῦτο Ald.) [*](³ τὸν om. St.: i. e. the seeds are arranged in compartments of the pulp.)

86
καὶ ἐνίων μήλων. ἁπάντων δὲ οἰνώδεις καὶ τοὺς ἐν τούτῳ τῷ γένει θετέον· ἄλλοι δὲ ἐν ἄλλοις εἴδεσιν· ὑπὲρ ὧν ἁπάντων ἀκριβέστερον ἐν τοῖς περὶ χυλῶν ῥητέον, αὐτάς τε τὰς ἰδέας διαριθμουμένους ὁπόσαι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ τίς ἡ ἑκάστου φύσις καὶ δύναμις.

Ἔχει δὲ καὶ ἡ τῶν δένδρων αὐτῶν ὑγρότης. ὥσπερ ἐλέχθη, διάφορα εἴδη· ἡ μὲν γάρ ἐστιν ὀπώδης, ὥσπερ ἡ τῆς συκῆς καὶ τῆς μήκωνος· ἡ δὲ πιττώδης, οἷον ἐλάτης πεύκης τῶν κωνοφόρων· ἄλλη δ᾿ ὑδαρής, οἷον ἀμπέλου ἀπίου μηλέας, καὶ τῶν λαχανωδῶν δέ, οἷον σικύου κολοκύντης θριδακίνης· αἱ δὲ ἤδη δριμύτητά τινα ἔχουσι, καθάπερ ἡ τοῦ θύμου καὶ θύμβρας· αἱ δὲ καὶ εὐωδίαν, ὥσπερ αἱ τοῦ σελίνου ἀνήθου μαράθου καὶ τῶν τοιούτων. ὡς δ᾿ ἁπλῶς εἰπεῖν ἅπασαι κατὰ τὴν ἰδίαν φύσιν ἑκάστου δένδρου καὶ ὡς καθ᾿ ὅλου εἰπεῖν φυτοῦ· πᾶν γὰρ ἔχει κρᾶσίν τινα καὶ μίξιν ἰδίαν, ἥπερ οἰκεία δῆλον ὅτι τυγχάνει τοῖς ὑποκειμένοις καρποῖς· ὧν τοῖς πλείστοις συνεμφαίνεταί τις ὁμοιότης οὐκ ἀκριβὴς οὐδὲ σαφής· ἀλλ᾿ ἐν τοῖς περικαρπίοις· διὸ μᾶλλον κατεργασίαν λαμβάνει καὶ πέψιν καθαρὰν καὶ εἰλικρινῆ ἡ τοῦ [*](¹ cf. C. P. 6. 6. 4.) [*](² T, is said to have written a treatise περὶ χυμῶν.) [*](3 ὀπώδης. ὀπός is used specially of the juice of the fig itself.) [*](4 μήκωνος probably corrupt: it should be a tree.)

88
χυλοῦ φύσις· δεῖ γὰρ ὥσπερ τὸ μὲν ὕλην ὑπολαβεῖν τὸ δὲ εἶδος καὶ μορφήν.

Ἔχει δὲ αὐτὰ τὰ σπέρματα καὶ οἱ χιτῶνες οἱ περὶ αὐτὰ διαφορὰν τῶν χυλῶν. ὡς δ᾿ ἀπλῶς εἰπεῖν ἅπαντα τὰ μόρια τῶν δένδρων καὶ φυτῶν, οἷον ῥίζα καυλὸς ἀκρεμὼν φύλλον καρπός, ἔχει τινὰ οἰκειότητα πρὸς τὴν ὅλην φύσιν, εἰ καὶ παραλλάττει κατά τε τὰς ὀσμὰς καὶ τοὺς χυλούς, ὡς τὰ μὲν εὔοσμα καὶ εὐώδη τὰ δ᾿ ἄοσμα καὶ ἄχυλα παντελῶς εἶναι τῶν τοῦ αὐτοῦ μορίων.

Ἐνίων γὰρ εὔοσμα τὰ ἄνθη μᾶλλον ἢ τὰ φύλλα, τῶν δὲ ἀνάπαλιν τὰ φύλλα μᾶλλον καὶ οἱ κλῶνες, ὥσπερ τῶν στεφανωματικῶν· τῶν δὲ οἱ καρποί· τῶν δ᾿ οὐδέτερον· ἐνίων δ᾿ αἱ ῥίζαι· τῶν δέ τι μέρος. ὁμοίως δὲ καὶ κατὰ τοὺς χυλούς· τὰ μὲν γὰρ βρωτὰ τὰ δ᾿ ἄβρωτα τυγχάνει καὶ ἐν φύλλοις καὶ περικαρπίοις. ἰδιώτατον δὲ τὸ ἐπὶ τῆς φιλύρας· ταύτης γὰρ τὰ μὲν φύλλα γλυκέα καὶ πολλὰ τῶν ζώων ἐσθίει, ὁ δὲ καρπὸς οὐδενὶ βρωτός· ἐπεὶ τό γε ἀνάπαλιν οὐδὲν θαυμαστόν, ὥστε τὰ μὲν φύλλα μὴ ἐσθίεσθαι τοὺς δὲ καρποὺς οὐ μόνον ὑφ᾿ ἡμῶν ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ζώων. ἀλλὰ καὶ περὶ τούτου καὶ τῶν ἄλλων τῶν τοιούτων ὕστερον πειρατέον θεωρεῖν τὰς αἰτίας.

XIII. Νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι κατὰ πάντα τὰ μέρη πλείους εἰσὶ διαφοραὶ πολλαχῶς· [*](¹ i. e. the pulp. ² i. e. the flavour.) [*](³ Sense: Every tree has a characteristic juice of its own, which is however specially recognisable in its fruit ; in the tree as a whole its character is not always apparent. Hence the importance of the flavour (which is seen in the fruit. pulp), since it is this which determines the specific character,)

90
ὀπεὶ καὶ τῶν ἀνθῶν τὰ μέν ἐστι χνοώδη, καθάπερ τὸ τῆς ἀμπέλου και συκαμινου καὶ τοῦ κιττοῦ· τὰ δὲ φυλλώδη, καθάπερ ἀμυγδαλῆς μηλέας ἀπίου κοκκυμηλέας. καὶ τὰ μὲν μέγεθος ἔχει. τὸ δὲ τῆς ἐλάας φυλλῶδες ὂν ἀμέγεθες. ὁμοίως δὲ καὶ ἐν τοῖς ἐπετείοις καὶ ποιώδεσι τὰ μὲν φυλλώδη τὰ δὲ χνοώδη. πάντων δὲ τὰ μὲν δίχροα τὰ δὲ μονόχροα. τὰ μὲν τῶν δένδρων τά γε πολλὰ μονόχροα καὶ λευκανθῆ· μόνον γὰρ ὡς εἰπεῖν τὸ τῆς ῥόας φοινικοῦν καὶ ἀμυγδαλῶν τινων ὑπέρυθρον· ἄλλου δὲ οὐδενὸς τῶν ἡμέρων οὔτε ἀνθῶδες οὔτε δίχρουν, ἀλλ᾿ εἴ τινος τῶν ἀγρίων, οἷον τὸ τῆς ἐλάτης· κρόκινον γὰρ τὸ ταύτης ἄνθος· καὶ ὅσα δή φασιν ἐν τῇ ἔξω θαλάττῃ ῥόδων ἔχειν τὴν χρόαν.

Ἐν δὲ τοῖς ἐπετείοις σχεδὸν τά γε πλείω τοιαῦτα καὶ δίχροα καὶ διανθῆ. λέγω δὲ διανθὲς ὅτι ἕτερον ἄνθος ἐν τῷ ἄνθει ἔχει κατὰ μέσον. ὥσπερ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὸ ἴον τὸ μέλαν. ἔνια δὲ καὶ μονόφυλλα φύεται διαγραφὴν ἔχοντα μόνον τῶν πλειόνων, ὥσπερ τὸ τῆς ἰασιώνης· οὐ γὰρ κεχώρισται ταύτης ἐν τῷ ἄνθει τὸ φύλλον ἕκαστον· οὐδὲ δὴ τοῦ λειρίου τὸ κάτω μέρος, ἀλλὰ ἐκ τῶν ἄκρων ἀποφύσεις γωνιώδεις. σχεδὸν δὲ καὶ τὸ τῆς ἐλάας τοιοῦτόν ἐστιν.