Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XI. Ἔσχατον δ᾿ ἐν ἅπασι τὸ σπέρμα. τοῦτο δὲ ἔχον ἐν ἑαυτῷ σύμφυτον ὑγρὸν καὶ θερμόν, ὧν ἐκλιπόντων ἄγονα, καθάπερ τὰ ὠά. καὶ τῶν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος καρύου ἀμυγδάλης, πλείω δὲ τούτων τὰ ἐμπεριέχοντα, ὡς τὰ τοῦ φοίνικος. τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλάας καὶ κοκκυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ᾿ ἐν ὑμένι, τὰ δ᾿ ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως.

Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ᾿ ἔνια τῶν [*](¹ τὰ U; τὸ Ald.) [*](² τὰ δ᾿ ἐκ σαρκὸς preserved only in mBas.; om. UMVP2 Sch. reads τὸ.) [*](³ ἄρων conj. W.; αἰρῶν MSS. ⁴ i. e. rind.) [*](5 Plin. 18. 53. 6 οὐ conj. Sch.; οὖν Ald. H.)

80
ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος· ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα. ἐναγγειοσπέρματα μὲν οἷον ἥ τε μήκων καὶ ὅσα μηκωνικά· τὸ γὰρ σήσαμον ἰδιωτέρως· γυμνοσπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον καὶ ἕτερα πλείω.

τῶν δὲ δένδρων οὐδὲν γυμνόσπερμον ἀλλ᾿ ἢ σαρξὶ περιεχόμενον ἢ κελύφεσιν, τὰ μὲν δερματικοῖς, ὥσπερ ἡ βάλανος καὶ τὸ Εὐβοϊκόν, τὰ δὲ ξυλώδεσιν, ὥσπερ ἡ ἀμυγδάλη καὶ τὸ κάρυον. οὐδὲν δὲ ἐναγγειόσπερμον, εἰ μή τις τὸν κῶνον ἀγγεῖον θήσει διὰ τὸ χωρίζεσθαι τῶν καρπῶν.

Αὐτὰ δὲ τὰ σπέρματα τῶν μὲν εὐθὺ σαρκώδη, καθάπερ ὅσα καρυηρὰ καὶ βαλανηρά· τῶν δὲ ἐν πυρῆνι τὸ σαρκῶδες ἔχεται, καθάπερ ἐλάας καὶ δαφνίδος καὶ ἄλλων. τῶν δ᾿ ἐμπύρηνα μόνον ἢ πυρηνώδη γε καὶ ὥσπερ ξηρά, καθάπερ τὰ κνηκώδη καὶ κεγχραμιδώδη καὶ πολλὰ τῶν λαχανηρῶν. ἐμφανέστατα δὲ τὰ τοῦ φοίνικος· οὐδὲ γὰρ κοιλότητα ἔχει τοῦτο οὐδεμίαν ἀλλ᾿ ὅλον ξηρόν· οὐ μὴν ἀλλ᾿ ὑγρότης δή τις καὶ θερμότης ὑπάρχει δῆλον ὅτι καὶ τούτῳ, καθάπερ εἴπομεν.

[*](¹ μηκωνικὰ . . . τὸ γὰρ conj. W. from G; μήκωνι· κατὰ γὰρ UMV Ald.)[*](² κορίαννον ἄννησον conj. Sch.; κοριάννησον UM Ald.; κο- ράννησωον V ; cf. Plin. 19. 119.)[*](³ ἢ κελύφεσιν conj. Sch., cf. C. P. 4. 1. 2; ἡ δὲ κύμασιν U; Plin. 15. 112, crusta teguntur glandes. 4 PIin. 15. 113.)
82

Διαφέρουσι δὲ καὶ τῷ τὰ μὲν ἀθρόα μετ᾿ ἀλλήλων εἶναι, τὰ δὲ διεστῶτα καὶ στοιχηδόν, ὥσπερ τὰ τῆς κολοκύντης καὶ σικύας καὶ τῶν δένδρων, ὡς Περσικῆς μηλέας. καὶ τῶν ἀθρόων τὰ μὲν ἑνί τινι περιέχεσθαι, καθάπερ τὰ τῆς ῥόας καὶ τῆς ἀπίου καὶ μηλέας καὶ τῆς ἀμπέλου καὶ συκῆς· τὰ δὲ μετ᾿ ἀλλήλων μὲν εἶναι, μὴ περιέχεσθαι δὲ ὑφ᾿ ἑνός, ὥσπερ τὰ σταχυηρὰ τῶν ἐπετείων, εἰ μή τις θείη τὸν στάχυν ὡς περιέχον· οὕτω δ᾿ ἔσται καὶ ὁ βότρυς καὶ τἆλλα τὰ βοτρυώδη καὶ ὅσα δὴ φέρει δι᾿ εὐβοσίαν καὶ χώρας ἀρετὴν ἀθρόους τοὺς καρπούς, ὥσπερ ἐν Συρίᾳ φασὶ καὶ ἄλλοθι τὰς ἐλάας.

Ἀλλὰ καὶ αὕτη δοκεῖ τις εἶναι διαφορὰ τὸ τὰ μὲν ἀφ᾿ ἑνὸς μίσχου καὶ μιᾶς προσφύσεως ἀθρόα γίνεσθαι, καθάπερ ἐπί τε τῶν βοτρυηρῶν καὶ σταχυηρῶν εἴρηται μὴ περιεχόμενα κοινῷ τινι γίνεσθαι· τὰ δὲ μὴ γίνεσθαι. ἐπεὶ καθ᾿ ἔκαστόν γε λαμβάνοντι τῶν σπερμάτων ἢ τῶν περιεχόντων ἰδίαν ἀρχὴν ἔχει τῆς προσφύσεως, οἷον ἥ τε ῥὰξ καὶ ἡ ῥόα καὶ πάλιν ὁ πυρὸς καὶ ἡ κριθή. ἥκιστα δ᾿ ἂν δόξειεν τὰ τῶν μήλων καὶ τὰ τῶν ἀπίων, ὅτι συμψαύει τε καὶ περιείληπται καθάπερ ὑμένι τινὶ δερματικῷ περὶ ὃν τὸ περικάρπιον· ἀλλ᾿ ὅμως καὶ τούτων ἕκαστον ἰδίαν ἀρχὴν ἔχει καὶ φύσιν· φανερώτατα δὲ τῷ [*](¹ στοιχηδόν conj. W.; σχεδὸν Ald.) [*](² ἐνί τινι conj. Sch.; ἐν τινι Ald. ³ cf. Plin. 15. 15.) [*](⁴ αὕτη conj. Sch.; αὐτὴ Ald. 5 τὸ conj. W.; τῷ Ald.)

84
κεχωρισθαι τὰ τῆς ῥόας· ὁ γὰρ πυρὴν ἑκαστῳ προσπέφυκεν, οὐχ ὥσπερ τῶν συκῶν ἄδηλα διὰ τὴν ὑγρότητα.

καὶ γὰρ τούτῳ ἔχουσι διαφορὰν καίπερ ἀμφότερα περιεχόμενα σαρκώδει τινὶ καὶ τῷ τοῦτο περιειληφότι μετὰ τῶν ἄλλων· τὰ μὲν γὰρ περὶ ἕκαστον ἔχει πυρῆνα τὸ σαρκῶδες τοῦτο τὸ ὑγρόν, αἱ δὲ κεγχραμίδες ὥσπερ κοινόν τι πᾶσαι, καθάπερ καὶ τὸ γίγαρτον καὶ ὅσα τὸν αὐτὸν ἔχει τρόπον. ἀλλὰ τὰς μὲν τοιαύτας διαφορὰς τάχ᾿ ἄν τις λάβοι πλείους· ὧν δεῖ τὰς κυριωτάτας καὶ μάλιστα τῆς φύσεως μὴ ἀγνοεῖν.