De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Ὡς δ᾿ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ᾿ ἀρχῆς δεῖ σκοπεῖν. μεταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μή, ἐν τῇ ὀγδόῃ, εἰ δὲ μή, πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.