De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν. οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης, οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ τροπάς· ἐὰν δὲ μὴ μεταβάλλῃ, διέχει ἕως ἰσημερίας. κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδος δύσεως.