De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

ὁμοίως δὲ καὶ αἱ τροπαὶ καὶ ἰσημερίαι ποιοῦσιν. οἵα τις ἂν οὖν ᾖ κατάστασις τοῦ ἀέρος Πλειάδος δυομένης, οὕτω ἔχει ὡς ἐπὶ τὸ πολὺ μέχρι τροπῶν, κἂν μεταβάλλῃ, μετὰ τροπάς· ἐὰν δὲ μὴ μεταβάλλῃ, διέχει ἕως ἰσημερίας. κἀκεῖθεν ὡσαύτως μέχρι Πλειάδος, καὶ ἀπὸ ταύτης μέχρι τροπῶν θερινῶν, καὶ ἐντεῦθεν μέχρι ἰσημερίας, καὶ ἀπὸ ἰσημερίας μέχρι Πλειάδος δύσεως.

Ὡς δ᾿ αὕτως ἔχει καὶ περὶ τὸν μῆνα ἕκαστον· διχοτομοῦσι γὰρ αἵ τε πανσέληνοι καὶ αἱ ὀγδόαι καὶ αἱ τετράδες, ὥστε ἀπὸ νουμηνίας ὡς ἀπ᾿ ἀρχῆς δεῖ σκοπεῖν. μεταβάλλει γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν τῇ τετράδι, ἐὰν δὲ μή, ἐν τῇ ὀγδόῃ, εἰ δὲ μή, πανσελήνῳ· ἀπὸ δὲ πανσελήνου εἰς ὀγδόην φθίνοντος, καὶ ἀπὸ ταύτης εἰς τετράδα, ἀπὸ δὲ τετράδος εἰς τὴν νουμηνίαν.

Ὡς δ᾿ αὕτως καὶ ἐπὶ τῆς ἡμέρας ἔχουσιν αἱ μεταβολαὶ ὡς ἐπὶ τὸ πολύ. ἀνατολὴ γὰρ καὶ πρωὶ καὶ μεσημβρία καὶ δείλη καὶ δύσις, καὶ τὰ τῆς νυκτὸς μέρη τὰ ἀνάλογα ταὐτὸ ποιεῖ τοῖς εἰρημένοις περὶ πνευμάτων καὶ χειμῶνος καὶ εὐδίας. μάλιστα γὰρ ἐὰν μέλλῃ μεταβάλλειν, ἐν

396
ταῖς διχοτομίαις μεταβάλλει. καθόλου μὲν οὖν τὰς ὥρας οὕτω δεῖ παρατηρεῖν, καθ᾿ ἕκαστα δὲ τῶν σημείων κατὰ τὸν ὑπογεγραμμένον τρόπον.

Ὕδατος μὲν οὖν σημεῖα τὰ τοιαῦτα δοκεῖ εἶναι. ἐναργέστατον μὲν οὖν τὸ ἑωθινόν, ὅταν πρὸ ἡλίου ἀνατολῆς φαίνηται ἐπιφοινίσσον σημεῖον· ἢ γὰρ αὐθημερινὸν ἐπισημαίνει ἢ τριῶν ἡμερῶν ὡς ἐπὶ τὸ πολύ. δηλοῖ δὲ καὶ τὰ ἄλλα σημεῖα· ἐὰν γὰρ μὴ πρότερον, τριταῖα μάλιστα σημαίνει τὸ ἐπιφοινίσσον καὶ δύνοντος, ἧττον δὲ ἢ τὸ ἑωθινοῦ.

Καὶ ἐὰν δύνῃ χειμῶνος ἢ ἔαρος εἰς νεφέλιον. τριῶν ἡμερῶν ὡς τὰ πολλὰ ἐπισημαίνει. καὶ ἐὰν ῥάβδοι νοτόθεν, ταὐτὰ δὲ ταῦτα βορρᾶθεν γινόμενα ἀσθενέστερα. καὶ ἐὰν ἀνίσχων μέλαν σημεῖον ἴσχῃ. καὶ ἐὰν ἐκ νεφελῶν ἐν έχῃ, ὑδατικόν, καὶ ἐὰν ἀκτῖνες ἀνίσχοντος ἀνατείνωσι πρὶν ἀνατεῖλαι, κοινὸν ὕδατος σημεῖον καὶ ἀνέμου. καὶ ἐὰν καταφερομένου τοῦ ἡλίου ὑφίστηται νέφος, ὑφ᾿ οὗ ἐὰν σχίζωνται αἱ ἀκτῖνες, χειμερινὸν τὸ σημεῖον. καὶ ὅταν καυματίας δύηται καὶ ἀνατέλλῃ, ἐὰν μὴ ἄνεμος γένηται, ὕδατος τὸ σημεῖον.

Τὰ αὐτὰ δὲ σημαίνει καὶ σελήνη πανσελήνῳ ἀνίσχουσα, ἀσθενέστερα δὲ ὁ μείς. ἐὰν μὲν ᾖ πυρώδης, πνευματώδη σημαίνει τὸν μῆνα, ἐὰν δὲ ζοφώδης, ὑδατώδη· σημαίνει δὲ ὅτι ἂν σημαίνῃ τριταῖος ὢν ὁ μείς.

[*](¹ τὸν ὑπογ. τρόπον seems to mean the same as the Aristote- lian τὸν ὑφηγημένον τρόπον, e.g. Eth. Nic. 2. 7. 9. The rendering ‘the following method’ would however suit the context.)