De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

398

Ἀστέρες πολλοὶ διᾴττοντες ὕδατος ἢ πνεύματος, καὶ ὅθεν ἂν διάττωσιν ἐντεῦθεν τὸ πνεῦμα ἢ τὸ ὕδωρ. καὶ ἐὰν ἀκτῖνες ἀθρόαι ἀνίσχωσιν ἀνιόντος ἢ δύνοντος, σημεῖον ὕδατος. καὶ ὅταν ἀνίσχοντος τοῦ ἡλίου αἱ αὐγαὶ οἷον ἐκλείποντος χρῶμα ἴσχωσιν, ὕδατος σημεῖον. καὶ ὅταν νεφέλαι πόκοις ἐρίων ὅμοιαι ὦσιν, ὕδωρ σημαίνει. ὑετοῦ δὲ σημεῖα πομφόλυγες ἀνιστάμεναι πλείους ἐπὶ τῶν ποταμῶν ὕδωρ σημαίνουσι πολύ. ὡς δ᾿ ἐπὶ τὸ πολὺ ἶρις περὶ λύχνον ἢ διὰ λύχνου διαφαινομένη νότια σημαίνει ὕδατα.

Καὶ οἱ μύκητες ἐὰν νότια ᾖ, ὕδωρ σημαίνουσι. σημαίνουσι δὲ καὶ ἄνεμον κατὰ λόγον ὡς ἂν ἔχωσι πλήθους καὶ μεγέθους, σμικροὶ δὲ καὶ κεγχρώδεις καὶ λαμπροὶ ὕδωρ καὶ ἄνεμον. καὶ ὅταν χειμῶνος τὴν φλόγα ὁ λύχονος ἀπωθῇ διαλιπὼν οἷον πομφόλυγας, ὕδατος σημεῖον, καὶ ἐὰν πηδῶσιν αἱ ἀκτῖνες ἐπ᾿ αὐτόν, καὶ ἐὰν σπινθῆρες ἐπιγένωνται.

Ὄρνιθες λουόμενοι μὴ ἐν ὕδατι βιοῦντες ὕδωρ ἢ χειμῶνας σημαίνουσι. καὶ φρύνη λουομένη καὶ βάτραχοι μᾶλλον ᾄδοντες σημαίνουσιν ὕδωρ. καὶ ἡ σαύρα φαινομένη, ἣν καλοῦσι σαλαμάνδραν, ἔτι δὲ καὶ χλωρὸς βάτραχος ἐπὶ δένδρου ᾄδων ὕδωρ σημαίνει. χελιδόνες τῇ γαστρὶ τύπτουσαι τὰς λίμνας ὕδωρ σημαίνουσι. βοὺς τὴν προσθίαν ὁπλὴν λείξας χειμῶνα ἢ ὕδωρ σημαίνει. ἐὰν [*](¹ cf. 37. ² ὕδατος ins. Furl. ³ Plin. 18. 344.) [*](⁴ Plin. 18. 356. 5 ὑετοῦ δὲ σημεῖα bracketed by Sch.) [*](6 cf. Arist. Meteor. 3. 4; Plut. Quaest. Nat. 1. 2.) [*](7 cf. 42.) [*](8. i.e. breaks up into small ‘grains’) (?) cf. 25, 42, 54.)

400
δὲ εἰς τὸν οὐρανὸν ἀνακύπτων ὀσφραίνηται, ὕδωρ σημαίνει.

Κορώνη ἐπὶ πέτρας κορυσσομένη ἣν κῦμα κατακλύζει ὕδωρ σημαίνει· καὶ κολυμβῶσα πολλάκις καὶ περιπετομένη ὕδωρ σημαίνει. κόραξ πολλὰς μεταβάλλειν εἰωθὼς φωνάς, τούτων ἐὰν ταχὺ δὶς φθέγξηται καὶ ἐπιρροιζήσῃ καὶ τινάξῃ τὰ πτέρα, ὕδωρ σημαίνει. καὶ ἐὰν ὑετῶν ὄντων πολλὰς μεταβάλλῃ φωνὰς καὶ ἐὰν φθειρίζηται ἐπ᾿ ἐλαίας. καὶ ἐάν τε εὐδίας ἐάν τε ὕδατος ὄντος μιμῆται τῇ φωνῇ οἷον σταλαγμούς, ὕδωρ σημαίνει. ἐάν τε κόρακες ἐάν τε κολοιοὶ ἄνω πέτωνται καὶ ἱερακίζωσιν, ὕδωρ σημαίνουσι. καὶ ἐὰν κόραξ εὐδίας μὴ τὴν εἰωθυῖαν φωνὴν ἵῃ καὶ ἐπιρροιβδῇ, ὕδωρ σημαίνει.

Ἐὰν ἱέραξ ἐπὶ δένδρου καθεζόμενος καὶ εἴσω εἰσπετόμενος φθειρίζηται, ὕδωρ σημαίνει. καὶ θέρους ὅταν πολλοὶ ἀθρόοι φανῶσιν ὄρνιθες οἳ βιοτεύουσιν ἐν νήσῳ, ὕδωρ σημαίνουσιν· ἐὰν δὲ μέτριοι, ἀγαθὸν αἰξὶ καὶ βοτοῖς, ἐὰν δὲ πολλοὶ ὑπερβολῇ, αὐχμὸν ἰσχυρόν. ὅλως δὲ ὄρνιθες καὶ ἀλεκτρυόνες φθειριζόμενοι ὑδατικὸν σημεῖον, καὶ ὅταν μιμῶνται ὕδωρ ὡς ὗον.

Καὶ ἡ νῆττα ἥμερος ὑπιοῦσα ὑπὸ τὰ γεῖσα ἀποπτερυγίζηται, ὕδωρ σημαίνει, ὁμοίως δὲ καὶ κολοιοὶ καὶ ἀλεκτρυόνες, ἐάν τε ἐπὶ λίμνῃ ἢ θαλάττῃ ἀποπτερυγίζωνται, ὡς νῆττα ὕδωρ σημαίνει. [*](¹ Plin. 18. 364; Verg. Georg. 1. 375.) [*](² ἐπιρροιζήσῃ. Sc. with his wings probably; not, as LS. ‘croaks.’ Plin. (18. 362) seems to have had a fuller text, or to have drawn also on some other authority.) [*](³ ὑετῶν ὄντων can hardly mean ‘while it is raining.’)

402
καὶ ἐρωδιὸς ὄρθριον φθεγγόμενος ὕδωρ ἢ πνεῦμα σημαίνει· καὶ ἐὰν ἐπὶ θάλατταν πετόμενος βοᾷ, μᾶλλον ὕδατος σημεῖον ἢ πνεύματος, καὶ ὅλως βοῶν ἀνεμῶδες.