De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Ἄλλα δέ ἐστι σημεῖα ἃ λαμβάνεται ἀπό τε ζώων τῶν κατ᾿ οἰκίαν καὶ ἑτέρων τινῶν τόπων καὶ παθημάτων, μάλιστα δὲ κυριώτατα ἀπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης· ἡ γὰρ σελήνη νυκτὸς οἷον ἥλιός ἐστι· διὸ καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμέριοί εἰσιν, ὅτι ἀπολείπει τὸ φῶς τῆς σελήνης ἀπὸ τετράδος φθίνοντος μέχρι τετράδος ἱσταμένου. ὥσπερ οὖν ἡλίου ἀπόλειψις γίνεται κατὰ τὸν ὅμοιον τρόπον καὶ τῆς σελήνης ἔκλειψις.