De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Διὸ καὶ ἀγαθοὶ γεγένηνται κατὰ τόπους τινὰς ἀστρονόμοι ἔνιοι, οἷον Ματρικέτας ἐν Μηθύμνῃ ἀπὸ τοῦ Λεπετύμνου, καὶ Κλεόστρατος ἐν Τενέδῳ ἀπὸ τῆς Ἴδης, καὶ Φαεινὸς Ἀθήνῃσιν ἀπὸ τοῦ Λυκαβηττοῦ τὰ περὶ τὰς τροπὰς συνεῖδε, παρ᾿ οὗ Μέτων ἀκούσας τὸν τοῦ ἑνὸς δέοντα εἴκοσιν ἐνιαυτῶν κύκλου συνέταξεν. ἦν δὲ ὁ μὲν Φαεινὸς μέτοικος Ἀθήνῃσιν ὁ δὲ Μέτων Ἀθηναῖος. καὶ ἄλλοι δὲ τὸν τρόπον τοῦτον ἠστρολόγησαν.