De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

XII. Τὰ δὲ περὶ τὴν τῶν ξηρῶν μίξιν, ἐξ ὧν διαπάσματα καὶ αἱ συνθέσεις, οὐκ ἔτι ζητεῖ μίξιν τῶνδέ τινων ὡρισμένων, ἀλλ᾿ ὅσῳ ἄν τις πλείω καὶ ποικιλώτερα μίξῃ, τοσούτῳ καὶ ἡ ὀσμὴ λαμπροτέρα καὶ ἡδίων, ὥσπερ καὶ ἐξ αὐτῶν τῶν ἀρωμάτων τῶν προχείρων· εἰς ταὐτὸ γὰρ μιγνύντες ἅπαντα χρῶνται. ζητοῦσι δ᾿ ἐν τούτοις καὶ σπεύδουσιν ὥστε μὴ ἑνὸς ἀλλὰ πάντων [*](¹ τὰ ins. Sch.)

378
κοινήν τινα τὴν ὀσμὴν εἶναι. διὸ καὶ ἀνοίγοντες διά τινων ἡμερῶν τὸ ἐξόζον ἐξαιροῦσιν ἀεὶ καὶ τῶν ἰσχυρῶν ἐλάττω μιγνύουσιν, ὥσπερ --- τὰ δ᾿ ὅλως οὐ μιγνύουσιν, ὥσπερ τὸ ἐρυσίσκηπτρον, ὑπὲρ οὗ καὶ ἀρτίως ἐλέχθη.

Βρέχουσι δὲ συντιθέντες τῷ οἴνῳ τῷ εὐώδει· ἔοικε δ᾿ οὖν χρήσιμος εἶναι πρὸς τὰς εὐοσμίας, εἴ γε καὶ οἱ μυρεψοὶ χρῶνται. μένουσι δὲ πολὺν χρόνον αἱ συνθέσεις. ἡ δὲ χρῆσις τούτων μὲν εἰς τὴν τῶν ἱματίων ὀσμήν, τῶν δὲ διαπασμάτων εἰς τὴν στρωμνήν, ὅπως πρὸς τὸν χρῶτα προσπίπτῃ· καὶ γὰρ ἅπτεται μᾶλλον καὶ ἐμμονώτερον τοῦτο, καὶ ὥσπερ ἀντ᾿ ἐκείνου τοῦτο ποιοῦσιν. οἱ δὲ πρότερον ἐνέβαλον οἴνῳ καταβρέχοντες εὐώδει πρὸς τὸ παραιρεῖσθαι τὴν ὀσμήν, ἔνια δὲ καὶ μελικράτῳ καὶ οἴνῳ μιγνύντες ἀνέδευον, τὰ δὲ καὶ αὐτῷ τῷ μελικράτῳ. τὸ γὰρ ὅλον ἄμφω ταῦτα συνεργεῖ πρὸς εὐοσμίαν. διαμένουσι δὲ αἱ συνθέσεις. φανερὸν δ᾿ ἐκ τούτων ὅπερ καὶ πρότερον ἐλέχθη, διότι τὰ ξηρὰ καὶ εὐοσμότερα πρὸς ἄλληλα μιχθέντα ταῖς ὀσμαῖς.

Εὐλόγως δὲ τὰ μύρα φαρμακώδη διὰ τὴν τῶν [*]((61)) ἀρωμάτων δύναμιν· καὶ γὰρ τὰ ἀρώματα τοιαῦτα. δηλοῖ δὲ τά τε καταπλάσματα καὶ ἃ δή τινες [*](¹ The example is missing. Turn. supplies costum et amomum from Plin. 13. 16, which does not however certainly refer to this passage; see 69, where this passage seems to be repeated.) [*](² The reference of ἐκείνου is obscure.) [*](³ μιχθέντα add. Turn.)

380
μαλάγματα καλοῦσιν οἵας ἀποδείκνυται δυνάμεις τά τε φύματα καὶ τὰ ἀποστήματα διαχέοντα καὶ ἄλλα πλείω τῶν κατὰ τὸ σῶμα διαλλοιοῦντα, ἐπιπολῆς μὲν ἀλλὰ καὶ τὰ ἐν βάθει, οἷον, ἄν τις καταπλάσῃ τὰ ὑποχόνδρια καὶ τὸ στῆθος, εὐθὺς σὺν τοῖς ἐρυγμοῖς ἀποδίδωσιν εὐώδεις τὰς ὀσμάς---.