De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

XIII. Αἱ δὲ τῶν ζώων ὀσμαὶ κατὰ τὰς ἰδίας [*]((59)) γίνονται φύσεις· ἑκάστῳ γάρ ἐστί τις οἰκία κατὰ τὴν κρᾶσιν. αὗται δ᾿ ἡδεῖαι μὲν καὶ καθαραὶ καὶ κατὰ τὰς ἀκμὰς καὶ ὅταν εὖ ἔχωσιν ἑαυτῶν, ἔτι δὲ ἡδίους ἁπαλῶν καὶ νέων ὄντων. πλεῖσται δὲ καὶ κακωδέσταται περὶ τὰς ὀχείας καὶ ὅλως συντηκομένων καὶ καμνόντων σωμάτων· διὸ καὶ οἱ τράγοι καὶ οἱ ἔλαφοι καὶ λαγοὶ καὶ τἆλλα τότε μάλιστα ὄζει.

Θαυμαστὸν δὲ καὶ ἴδιον τὸ συμπάσχειν τὰς [*]((60)) τραγέας, ὅταν ἡ ὥρα καθήκῃ τῆς ὁρμῆς. αἴτιον δὲ δηλονότι τὸ ὑπολείπεσθαί τινα ἐν τῷ δέρματι δύναμιν ἢ ὑγρότητα τοιαύτην ἀφ᾿ ἧς ἡ ὁρμὴ γίνεται καὶ ζώντων· κινουμένης οὖν καὶ διαθερμαινομένης ταύτης ὑπὸ τοῦ ἀέρος εὔλογον καὶ τὰ δέρματα καθ᾿ ὅσον ἐπιβάλλει. διὸ καὶ ὡς [*](¹ § 60 on some other medicinal effects of perfumes is omitted. ² καὶ bracketedby W.)

382
πρῶτον αἴτιον ἡ διάθεσις· τότε γὰρ καὶ οἱ μὴ ὀχεύοντες ὄζουσι καὶ οἱ ἄγονοι καὶ αἱ αἶγες ὅλως. ἡ δ᾿ ὀχεία τότε μὲν μεγάλην μερίδα συμβάλλεται, καθ᾿ αὐτὴν δ᾿ αἰτία γίνεται ἡ διάθεσις.

Συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐν ἄλλοις ἡ τοιαύτη συμπάθεια· καὶ γὰρ ὁ οἶνος ἅμα τῇ σταφυλῇ δοκεῖ συνανθεῖν καὶ τὰ σκόροδα καὶ τὰ κρόμυα τότε δριμύτατον ὄζειν, ὅταν τὰ ἐν τῇ γῇ βλαστάνῃ· πλὴν τούτοις ἅμα συμβαίνει καὶ αὐτοῖς βλαστάνειν. ὅλως δὲ πάντα κινεῖται τὰ φλοιόριζα καὶ σαρκόριζα μὴ ἀπεξηραμμένα κατὰ τὰς βλαστητικὰς ὥρας· ἡ γὰρ ἐνυπάρχουσα δύναμις ἐν αὐτοῖς κινεῖται. θαυμασιώτατον δὲ τῶν τοιούτων τὸ ἐπὶ τοῦ στέατος τῆς ἄρκτου συμβαῖνον, εἴπερ ἅμα ταῖς φωλίαις ἐπαίρεται καὶ ἐκπληροῖ τὰ ἀγγεῖα.