Geographiae expositio compendiaria
Anonymi Geographiae Expositio Compendiaria
Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861
25. Ἔστι δὲ καὶ τῆς ἠπείρου ταύτης κατὰ μὲν τὸ Ἰνδικὸν πέλαγος μεγίστη νῆσος, ἡ πάλαι μὲν Σιμοῦνδα καλουμένη, νῦν δὲ Σαλικὴ, ἐν ᾗ φασι πάντα γίνεσθαι τὰ πρὸς τὴν χρῆσιν τὴν βιωτικήν, ἔχειν τε παντοῖα μέταλλα, καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας μαλλοῖς γυναικείοις ἀναδεῖσθαι τὰς κεφαλάς· κατὰ δὲ τὴν καθ᾿ ἡμᾶς θάλασσαν ἡ Κύπος. (Ὁμοῦ ἔθνη ρνγ΄.)
26. Συγκρινομένων δὲ τῶν τριῶν ἠπείρων πρὸς ἀλλήλας, μεγίστη μὲν ἂν φανείη ἡ Ἀσία, εἶτα ἡ Λιβύη, τελευταία δὲ ἡ Εὐρώπη. Ἀνάπαλιν δὲ πρὸς εὐδαιμονίαν καὶ εὐετηρίαν πρός τε τὰ τῶν ἀέρων καταστήματα καὶ ὑδάτων διὰ παντὸς εὐμοιρίαν καὶ τῶν φυομένων ποικίλην δαψίλειαν κατὰ τὰ ἱστορούμενα εὕροι τις ἂν μακρῷ πασῶν διαφορωτέραν τῶν ἄλλων τὴν Εὐρώπην· εἶτα τῆς ὅλης Ἀσίας σχεδόν τι τὰ ὑπὸ Ῥωμαίοις μόνα· τῆς δὲ Λιβύης τὰ περὶ τὴν θάλασσαν. Τῶν δὲ ἐν αϋταῖς