Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

23. Πάλιν δὲ τῇ μέχρις Ἰμάου ὅρους Σκυθίᾳ ὑπόκεινται ἀπὸ δύσεως ἀρχόμεναι Μαργιανὴ, εἶτα Σογδιανὴ, εἶτα Σακία. Καὶ ἐστιν ὑπὸ τὴν Μαργιανὴν ὡς ἀπὸ ἀνατολῶν τῆς Παρθίας ἡ Ἀρία· τῇ· δὲ Σογδιανῇ ὑποβέβληται ἡ Βακτριανή εἶτα τῇ μὲν Ἀρίᾳ παραμήκει οὔσῃ ὑπόκειται ἡ Δραγγιανὴ, τῆ δὲ Βακτριανῇ οἱ Παροπανισάδαι, ὑφʼ οὅς ἐστιν ἡ Ἀραχωσία ὑποκείμενα ἔχουσα τὰ δυτικώτερα τῆς Γεδρωσίας, δυτικήν ἐχούσης τὴν Καρμανίαν, ᾗ ὑπόκειται ἡ Δραγγιανή.

24. Τὴν δὲ λοιπὴν τὴν μέχρι τῶν Θινῶν ἤπειρον ἅπασαν, πλείστην οὖσαν καὶ ὑπὸ πολλῶν ἐθνῶν κατοικουμένην, Ἰνδοὶ κατανέμονται, ἀφοριζομένην πρὸς μὲν ἀνατολαῖς Σίναις, πρὸς δὲ ταῖς δύσεσι Γεδρωσίᾳ, πρὸς δὲ ταῖς ἄρκτοις Παροπανισάδαις καὶ Ἀραχωσίᾳ, Σογδιανοῖς τε καὶ Σάκαις, Σκυθία τε καὶ τῇ Σηρικῇ.