Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

19. Τὸ δὲ ἐν τῇ Ἀσίᾳ ἔθνη ἔχει οὕτως. Μετὰ γὰρ τὸν ἰσθμὸν καὶ τὸν Τάναῖν ἐπεκταθεῖσα τὸν εἰρημένον

499
τρόπον ἡ Σαρματία, περατοῦται μὲν ὑπὸ μεσημβρινοῦ τοῦ δίχα τέμνοντος τὸ μῆκος τῆς Κασπίας θαλάσσης, ἐκπεριελθοῦσα δὲ μετὰ ταῦτα τῆς Μαιώτιδος καὶ τοῦ Πόντου τὰ μέχρι τοῦ μυχοῦ, διὰ τῆς μεσογαίας ἐπὶ τὴν Κασπίαν ἀφικνεῖται. Ταύτης δὲ ἔχεται πρὸς ἀνατολὰς ἡ Σκυθία· αὕτη δὲ περὶ μὲν τὰς ἀρχὰς οὐ σφόδρα πλατύνεται, περὶ δὲ τὰς ἀνατολὰς καὶ πάνυ· ὀλίγου γὰρ δεῖν συνάπτει τῇ Ἰνδικῇ. Μετὰ δὲ τὴν σύμπασαν Σκυθίαν ἐστὶν ἡ Σηρικὴ, τὸ ἀνατολικώτατον ἀποτερματίζουσα τῆς ἐγνωσμένης.

20. Ὑπόκειται δὲ τῇ Σαρματίᾳ πρὸς μὲν τῷ Πόντῳ ἡ Κολχική, πρὸς δὲ τῇ Κασπίᾳ ἡ Ἀλβανίᾳ, ἧς μεταξὺ κεῖται ἡ Ἰβηρία. Εἶτα τῆς μετὰ τὴν Προποντίδα καὶ τοὺς πορθμοὺς ἠπείρου πρόκειται Ποντοβιθυνία, ἡ καὶ ὁ ἐνδοτέρῳ Πόντος, μεθʼ ἧς ἐστιν ἡ Παφλαγονία. Ὑπόκειται δὲ τῇ Ποντοβιθυνίᾳ προϊοῦσα μέχρι τοῦ Δινδύμου ὄρους ἡ Ἀσία· μεθʼ ἥν ἐστιν ἡ Λυκία καὶ ἡ Παμφυλία· Παμφυλίας δὲ καὶ Πόντου μεταξὺ κεῖται Γαλατία. Τούτῳ δὲ τῷ τμήματι, ἀνιοῦσα παρὰ τὴν Κολχίδα πρὸς ἄρκτους, παρήπλωται ἡ Καππασοκία, ᾗ ὑπόκειται παρὰ τῷ Ταύρῳ κειμένη ἡ Κιλικία. Ἡ δὲ τὰ εἰρημένα ἔθνη περιέχουσα ἤπειρος ἔοικε καὶ αὐτὴ χερρονήσῳ πλατὺν ἐχούσῃ τὸν αὐχένα. Εἴη δʼ ἂν οὗτος ἀπὸ τοῦ Ἰσσικοῦ κόλπου ἐπὶ Τραπεζοῦντα πόλιν ἐν τῷ Πόντῳ κειμένην διήκων.

21. Πάλιν δὲ τῇ μὲν Ἰβηρίᾳ καὶ μέρει τῆς Ἀλβανίας ὑπόκειται ἡ Ἀρμενία, χωριζομένη τῆς Καππαδοκίας τῷ Εὐφράτῃ. Ταύτῃ δὲ ὑπόκειται ἡ Μεσοποταμία, δυτικωτέραν ἔχουσα τὴν Συρίαν. Συρία δὲ ὑπόκειται ἡ Ἰουδαία. Ταύτης δὲ κατὰ νότον κειμένης ἀντιπαρεκτείνεται μέχρι τοῦ μυχοῦ τοῦ Ἀραβίου κόλπου ἡ κατὰ τὴν Πέτραν Ἀραβία. Ἡ δὲ μεταξὺ τῶν εἰρημένων ἐθνῶν καὶ τῆς δυτικῆς τοῦ Περσικοῦ κόλπου πλευρᾶς καλεῖται Ἔρημος· ἔχει δὲ καὶ αὕτη ἔθνη Ἀραβικά. Ἡ δὲ περιγραφομένη ἤπειρος ὑπό τε τῶν νοτιωτάτων τῆς Ἐρήμου καὶ τῆς Πετραίας Ἀραβίας καὶ τοῦ Ἀραβίου καὶ κόλπου τῆς Ἐρυθρᾶς θαλάσσης καὶ μέρους τοῦ Περσικοῦ κόλπου, καλεῖται Ἀραβία Εὐδαίμων, καὶ ἐστὶ τῷ μεγέθει μεγίστη.

22. Κεῖται δὲ ὑπὸ μὲν τὴν Κασπίαν θάλασσαν μετὰ τὰ μεθόρια τῆς Ἀρμενίας ἡ Μηδία· ὑπὸ δὲ ταύτην ὡς πρὸς ἀνατολὰς τοῦ Τίγριδος ἡ Ἀσσυρία, εἰς ἣν ἡ Κτησιφῶν. Μετὰ δὲ τὰς συμβολὰς Εὐφράτου τε καὶ

500
Τίγριδος κάτεισιν ἡ Βαβυλωνία μέχρι θαλάσσης, δυτικωτέραν ἔχουσα τὴν Ἔρημον. Ὑπόκειται δὲ τῇ μὲν Ἀσσυρίᾳ μέχρι θαλάσσης ἡ Σουσιανὴ, τῇ δὲ Μηδίᾳ ὁμοίως ἡ Περσίς. Ἔστι δὲ τῆς Μηδίας πρὸς ἀνατολὰς καὶ παρὰ τὴν ὁμώνυμον θάλασσαν ἡ Ὑρκανία· ὑπὸ δὲ ταύτην ἡ Παρθία. Ταύτῃ δὲ ὑποβέβληται ἡ ἔρημος Καρμανία, μεθʼ ἣν ἡ ἀληθὴς κεῖται Καρμανία μέχρι θαλάσσης.