Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

15. Τῆς δὲ Διβύης ἀρχομένης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ εἰσιν αἱ δύο Μαυριτανίαι, δυτικωτέρα μὲν ἡ Τιγγιτανὴ, ἐχομένη δὲ ταύτης ἡ Καισαρηνσία· μεθʼ ἣν ἡ Ἀφρικὴ, εἶτα ἡ Κυρηναῖκὴ Πεντάπολις, εἶτα ἡ Μαρμαρικὴ, εἶτα ἡ Αἴγυπτος. Ὑπόκειται δὲ ταῖς Μαυριτανίαις ἡ Γαιτουλία, τῇ δὲ Ἀφρικῇ καὶ τῷ Πενταπόλει ἡ ἄβροχός τε καὶ δίαμμος γῆ. Ἐκτείνεται δὲ ἡ ἔρημος αὕτη καὶ μέχρι τῆς Αἰγύπτου κειμένη ἀρχομένης.

16. Ἔθνη δὲ τῆς Λιβύης ἀπὸ δυσμῶν τάδει· Δαράδαι, Πέρορσοι, Ὀδραγγῖδαι, Μίμακες, Νοῦβαι,

498
Γαράμαντες, Δερβίκαι, Μελανογαίτουλοι, Γίγγοι, Νιγρῖται, Ἀφρικέρωνες, Λευκαιθίοπες.

17. Ἐν δὲ τῆ ὑπὸ τὴν Αἴγυπτον Αἰθιοπίᾳ ἡ μὲν πρὸς τῇ θαλάσσῃ πᾶσα ὅση ἐστὶν ἀπὸ Βερονίκης μέχρι τῶν στενῶν τοῦ Ἀραβικοῦ κόλπου καλεῖται Τρωγλοδυτική. Ταύτης δὲ ἐνδοτέρα κεῖται ἡ Ἀζανία, ἐν ᾗ παντοῖοί εἰσι ἐλέφαντες, καὶ ἡ Ἀρωματοφόρος χώρα.

18. Καὶ μετὰ τὸν μέγαν καταράκτην ἀπὸ μὲν δυσμῶν τοῦ Νείλου Εὐωνυμῖται, Σεβρίδαι, Κάτοιποι καὶ πρὸς τῇ Μερόῃ νήσῳ Μέμνονες μεθʼ οὓς Ἐλεφαντοφάγοι Αἰθίοπες εἶτα Πεσενδάραι καὶ ἡ Κινναμωμοφόρος χώρα, τούτων δὲ δυτικωτέρα ἐστὶν Φαζανία. Ἀπὸ δὲ ἀνατολῶν Κολοβοὶ, Ἄττεροι, Νοῦβαι ἕτεροι, Βλέμμυες, Στρουθοφάγοι καὶ ἡ Σμυρνοφόρος χώρα. Τὴν δὲ λοιπὴν καὶ μεσημβρινωτάτην, μεθʼ ἣν ἡ ἄγνωστός ἐστι, κατέχουσι πρὸς μὲν τῷ Αἰθιοπικῷ καλουμένῳ Ὑποδρόμῳ Ἱπποφάγοι Αἰθίοπες, ὧν μεσημβρινώτεροι οἱ κοινῶς καλούμενοι Ἑσπέριοι. Τούτων δὲ ἀνατολικώτεροι Ἀθάκαι· τὰ δὲ περὶ τὸν κόλπον τῆς Βραχείας θαλάσσης Ἀνθρωποφάγοι Αἰθίοπες. Τούτων δὲ πρὸς ἀνατολὰς ἅμα καὶ μεσημβρίαν πλησιάζουσα τῇ ἀγνώστῳ ἐστὶ χώρα πολλήκαλουμένη Ἀγίσυμβα.