Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

2. Μῆκος τῆς ὅλης γῆς ἀπὸ ἀνατολῶν εἰς δυσμάς φασι σταδίους ὀκτακισμυρίους. Τῆς δʼ ὅλης γῆς τὸ μέγιστον ἐχούσης κύκλῳ εἰς μυριάδας σταδίων κε, τὴν σύμπασαν αὐτῆς ἐπιφάνειαν λογιζόμενοι, τίθεμεν εἰς μυριάδων μυριάδας διακοσίαι· ὧν τὸ τῆς ἡμετέρας οἰκουμένης ὡς τέταρτόν ἐστι τούτου. Μῆκος δὲ τοῦ παντὸς χύματος ἀφʼ Ἡρακλείων στηλῶν ἕως τῆς πρὸς ἀνατολαῖς Συρίας οὐ πολὺ λείπει τρισμυρίων σταδίων.

511

3. Νάξος νῆσος---. — Ἡ Μαραθὼν τῆς Ἀττικῆς σταδίους δίους τριακοσίους ἀπέχουσα τῆς πόλεως. Ἔστι δὲ ὁ Ἑλλήσποντος πορθμὸς, φερόμενος ἀπὸ τῆς Προποντίδος ἐπὶ τὸ Αἰγαῖον πέλαγος, ἔχων τὸ πλάτος σταδίων, δίων ζ΄, ὃν ἔζευξε Ξέρξης. Ἔστι δὲ ἡ Σικελία νῆσος σταδίων τετρακισχιλίων ὀκτακοσίων ἔχουσα τὴν περίμετρον, μιλίων χμε΄.