Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

53. Ἡ δὲ περίμετρος τοῦ σύμπαντος Πόντου δισμύριά ριά ἐστι καὶ ε, ἐοικυῖα Σκυθικῷ τόξῳ. Τὰ μὲν γὰρ δεξιὰ τῇ νευρᾷ παρομοιοῦσι, πάντοθεν γάρ ἐστιν ἰθυτενῆ πλὴν τῆς ἀνεχούσης Καράμβεως, τὸ δὲ λοιπὸν πᾶν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφὴν, ὥστε δύο κόλπους συνίστασθαι, ὧν ὁ ἑσπέριος κατὰ πολὺ περιφερέστερος ὑπάρχει τοῦ ἑῳθινωτέρου. Τούτου δὲ πρὸς ἄρκτον ἡ Μαιῶτις ὑπέρκειται λίμνη, τὴν περίμετρον θ οὖσα σταδίων, ἧς τὸ στόμα Κιμμερικὸς καλεῖται Βόσπορος. Ἡ μὲν δὴ καθ᾿ ἡμᾶς θάλασσα τοιαύτη.

Τῶν δʼ εὐμεγεθῶν νήσων Σαρδὼ μὲν τὴν περίμετρον ἔχει σταδίων δυμ΄, μιλίων φϞβ΄, Κύρνος δὲ, ἣν Κορσικὴν κὴν οἱ ἐπιχώριοι καλοῦσι, τὰ κύκλῳ ἔχει σταδίων δυμ΄ Τῆς δὲ Κρήτης τὰ κύκλῳ ἐστὶ σταδίων δτ΄. Ἡ δὲ Κύπρος σταδίων γ. Τῶν δὲ Βρεττανικῶν νήσων ἡ μεγίστη καλουμένη Ἀλβίων τὴν περίμετρον ἔχει σταδίων τρισμυρίων ἐνυακισχιλίων, ἡ δὲ Ἰέρνη ἀναλόγως ταύτης μείζων---. Ἡ δὲ Πελοπόννησος σταδίων ἐστὶ

510
τετρακισχιλίων πεντακοσίων. Ῥόδου δὲ ἡ περίμετρος σταδίων ωκε΄, Κῶ δὲ νήσου σταδίων ώ. Χίος δὲ σταδίων αχ΄. Λέσβου δὲ τὰ κύκλῳ αρπ΄. Ἡ δὲ Σαμία νῆσος σταδίων ω΄.