Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

49. Τὸ δὲ πρὸς τῇ Εὐρώπῃ πέλαγος πλείονας ἔχει τὰς ἐπωνυμίας. Τὸ μὲν γὰρ πρῶτον ἀπὸ τῆς δύσεως Ἴβηρικὸν λέγεται, μετʼ ἐκεῖνο δέ ἐστιν ὁ κατὰ Μασσαλίκν Γαλατικὸς κόλπος. Εἶτα κατὰ μὲν τὴν ἀρχὴν τῆς νῦν Ἰταλίας Λιγυστικὸν ἐκδέχεται πέλαγος, μετὰ δὲ τοῦτο τὸ Σαρδῷον, ἐξῆς δὲ τούτῳ τὸ Τυρρηνικὸν, εἶτα τὸ Σικελικὸν· φθάνει δὲ τοῦτο ἄχρι Παχύνου ἐπὶ μεσημβρίαν, καὶ τῶν ἄκρων τῆς Κρήτης ἐπὶ τὴν ἕω, καὶ τῆς Ἰαπυγίας ὡς ἐπὶ βορρᾶν. Μεθ᾿ ἣν ὁ Ἀδρίας πολὺς ἀναχεῖται κόλπος ἐπὶ τὰς ἄρκτους, εἶτ᾿ εἰς δύσιν ἀποκλίνει, μῆκος μὲν ἔχων ς΄ σταδίων, μιλίων δὲ ω΄, πλάτος δὲ ᾗ πλατύτατος α καὶ σ΄. Τούτου δὶ τὰ δεξιὰ Ἰλλυρίς ἐστι, τὰ δὲ εὐώνυμα ἡ Ἰταλία μέχρι τοῦ κατʼ Ἀκυληίαν μυχοῦ καὶ Πόλας.

50. Μετὰ δὲ τὸ Σικελικὸν πέλαγος ἐκδέχεται τὸ Κρητικὸν, ᾧ συνάπτει τὸ Αἰγύπτιον, μεθʼ ὃ τὸ Φοινίκιον, εἶτ᾿ ἤδη ἐπὶ τὰς ἄρκτους παρεγκλίνει τὴν ἄνω Συρίαν καὶ τὴν Κιλικίαν παραξύον, μεθʼ ἃς ἐπὶ δύσιν ἐπινεύει, καὶ Παμφύλιον προσαγορεύεται πέλαγος ἄχρι Χελιδονίων νήσων καὶ ἄκρας Λυκιακῆς. Ἀπὸ δὲ τῶν Χελιδονίων ἀναπέπταται ὡς πρὸς ἄρκτους τὸ Αἴγαιον, μῆκος ἔχον ἐπὶ βορρᾶν δ σταδίων, μιλίων δὲ φλγ΄, πλάτος δὲ ᾗ πλατύτατον β. Μαθʼ ὃν συνάγεται εἰς στενὸν ὁ Ἑλλήσποντος, ἑπτὰ σταδίων ἔχων διάστημα κατὰ Σηστὸν καὶ Ἄβυδον.