Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

47. Αἱ μὲν ὁλοσχερεῖς τομαὶ τῆς οἰκουμένης εἰσὶ τοιαῦται. Τῶν δὲ ἐμφερομένων ἐν αὐτῇ πελάγων τὸ μὲν ἀπὸ δύσεως τῶν Ἰβηρικῶν ἄκρων ἐπʼ ἀνατολὴν ἄχρι τοῦ κατὰ τήν Κιλικίαν Ἰσσικοῦ κόλπου διῆκον, στάδιά ἐστι δισμύρια ἐννεακισχίλια, ἤτοι μίλια γωξζ΄. Ἀπὸ μὲν γὰρ τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς Ῥοδίας ε ἀριθμοῦνται, μίλια χξζ΄. Ἐντεῦθεν δὲ ἐπὶ τὸ ἑῷον ἀκρωτήριον τῆς Κρήτης, ὃ Σαμώνιον καλεῖται, χίλιοι στάδιοι, μίλια δὲ ρλγ΄· ἀπὸ δὲ τοῦ Σαμωνίου ἐπὶ Κριοῦ μέτωπον, ἕτερον τῆς Κρήτης ἀκρωτήριον τὸ ἑσπέριον, αφ, ὅπερ ἐστὶ καὶ μῆκος τῆς νήσου. Δίαρμα δʼ ἐντεῦθεν ἐπὶ Πάχυνον ἄκρον τῆς Σικελίας δφ΄, ὃ δὴ καὶ μῆκός ἐστι τοῦ Σικελικοῦ πελάγους. Ἀπὸ Παχύνου δὲ ἐπὶ πορθμὸν πλείονες ἢ χίλιοι· δίαρμα δὲ ἐντεῦθεν ἐπὶ Στήλας μυρίοι καὶ γ. Ἀπὸ δὲ Στηλῶν ἐπὶ τὸ Ἱερὸν ἀκρωτήριον γ. Τοῦτο μὲν δὴ τὸ μῆκος.

508

48. Τοῦ δὲ πελάγους πλάτος ἐστι τὸ μέγιστον σταδίων ε, τὸ ἀπὸ τοῦ Γαλατικοῦ κόλπου, τοῦ μεταξὺ Νάρβῶνος καὶ Μασσαλίας, ἐπὶ τὴν καταντικρὺ Λιβύην. Ὀνομασίας δὲ ἔχει τὸ σύμπαν κατὰ τόπους διαφόρους. Τὸ μὲν γὰρ στόμα τοῦ πελάγους αὐτὸ πορθμὸς ὁ καθʼ Ἡρακλέους στήλας καλεῖται. Ἕστι δὲ οὗτος τὸ μῆκος σταδίων ρκ΄, μιλίων ις΄, πλάτος δὲ ᾖ στενότατον ο΄. Εἰσπλεύσασι δὲ τὸν πορθμὸν τοῦτον εὐθέως ἡ καθʼ ἡμᾶς ἀναφαίνεται θάλασσα, ἦς τὸ μὲν πρὸς τῇ Λιβύῃ μέχρι τῆς Αἰγύπτου Λιβυκὸν καλεῖται πέλαγος, ἐν ᾧ δύο κόλποι συνίστανται οἱ προσαγορευόμενοι Σύρτεις. Τούτων δʼ ἡ μέν ἐλάττων δυτικωτέρα οὖσα τῆς ἑτέρας περίμετρον ἔχει σταδίων αχ΄, μίλια δὲ ρζ΄ ἡ δὲ μείζων ε· ταύτης δὲ βάθος α ἐστὶ καὶ φ΄, ὅσον καὶ τὸ πλάτος τοῦ στόματος.