Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

42. Ἔστι δὲ τῆς Κασπίας θαλάσσης μῆκος μὲν τὸ ἀπὸ τῶν τοῦ Κύρου ἐκβολῶν, ὃς κάτεισιν ἀπὸ τῆς Ἀρμενίας, ἐπὶ τὰς τοῦ Ἰαξάρτου ἐκβολὰς σταδίων ησ΄, ἤτοι μιλίων αU+2220δ΄, πλάτος δὲ πλεῖστον σταδίων βφ΄, μιλίων δὲ τλδ΄.

43. Τῆς δὲ κατὰ τὸ Ἰνδικὸν πέλαγος Βραχείας θαλάσσης, ἐπείπερ αὕτη παρὰ τὰς ἄλλας΄ ἐπὶ πλεῖστον πρὸς ἀνατολὰς καὶ δύσεις ἐκτείνεται, τὸ ἀπὸ Ἐσιναῦ ἐμπορίου τῆς Βαρβαρίας ἢ τῶν Ῥαπτῶν τῆς μητροπόλεως ἐπὶ Κοττίαριν ποταμὸν τῶν Σινῶν σταδίων μυριάδες ε΄ καὶ βφ΄, μίλια δὲ ζ· πλάτος δὲ τὸ ἀπὸ τοῦ μυχοῦ τοῦ Μεγάλου κόλπου ἐπὶ τὴν ἄγνωστον στάδια μυρία τρισχίλια, ἤτοι μίλια αψλγ΄.

44. Τοῦ δὲ Ἀραβίου κόλπου ἐκκλίνοντος πρὸς ἀνατολὰς

506
τὰ μέχρι τῶν στενῶν οὐκ ἔλαττόν ἐστι μυρίων σταδίων, ἃ ἐστι μίλια ατλγ΄, γ΄.

45. Αὕτη δὲ ἡ μεγάλη θάλασσα, ἡ τὴν ὅλην οἰκουμένην περιρρέουσα κοινῶ μὲν ὀνόματι ὠκεανὸς καλεῖται, κατὰ κλίματα δὲ διαφόρους ἔχει ἐπωνυμίας. Ὁ μὲν γὰρ ὑπὸ ταῖς ἄρκτοις πᾶς μὲν ἀρκτικὸς καὶ βόρειος λέγεται, ἤδη δὲ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Σκυθικὸς ὠκεανὸς, τὸ δὲ δυτικώτερον Γερμανικός τε καὶ Βρεττανικὸς καλεῖται· ὁ δὲ αὐτὸς οὗτος σύμπας καὶ Κρόνιον πέλαγος καὶ Πεπηγὼς καὶ Νεκρὸς ἐπωνομάζεται. Ὁ δὲ ὑπὸ τῇ μεσημβρία σύμπας μὲν καλεῖται Μεσημβρινός τε καὶ Νότιος ὠκεανός· πάλιν δʼ αὐτοῦ τὸ μὲν ἀνατολικώτερον Ἐρυθρὰ θέλασσα, τὸ δὲ δυτικώτερον Αἰθιοπικὸς ὠκεανὸς προσαγορεύεται. Τῶν δὲ λοιπῶν δύο κλιμάτων τὸ μὲν κατʼ ἀνατολὰς Ἑῷον πέλαγος καὶ Ἰνδικὸς ὠκεανὸς, τὸ δὲ κατὰ τὴν δύσιν, ἀφʼ οὗπερ ἡ καθʼ ἡμᾶς θάλασσα πληροῦται, Ἑσπέριος ὠκεανὸς, καὶ κατʼ ἐξοχὴν Ἀτλαντικὸν προσαγορεύεται πέλαγος.

507

46. Ἡ δʼ ὑπὸ τούτων περιρρεομένη γῆ τριχῆ νενέμηται ὑπὸ τῶν ἄριστα τὴν οἰκουμένην διελόντων, εἴς τε τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὴν Λιβύην. Ὅροι δὲ τῆς μὲν Εὐρώπης πρὸς Λιβύην ὁ καθ᾿ Ἡρ??λέους στήλας πορθμὸς, καὶ τὸ διʼ αὐτοῦ πληρούμενον ἐπ’ ἀνατολὴν μέσον πέλαγος ἄχρι τοῦ Κανωβικοῦ στόματος τοῦ Νείλου· τῆς δʼ Ἀσίας πρὸς μὲν τὴν Λιβύην τὸ αὐτὸ τοῦτο στόμα τοῦ Νείλου καὶ ὁ ἐπʼ ὀρθὴν τοῦ ποταμοῦ πόρος ἐπὶ μεσημβρίαν, πρὸς δὲ τὴν Εὐρώπην ὁ Τάναῖς ποταμὸς εἰς τὴν Μαιῶτιν ἐμβάλλων λίμνην· ἡ δὲ εἰς τὸν Εὔξεινον ἐκφέρεται Πόντον, οὗτος δὲ εἰς τὴν Προποντίδα, ἡ δὲ εἰς τὸν Ἑλλήσποντον, μεθʼ ὃν τὸ Αἰγαῖον ἐπὶ μεσημβρίαν ὁμοίως ἀναπέπταται πέλαγος. Ἔνιοι δὲ τὰς προκειμένας ἠπείρους ἰσθμοῖς διορίζουσιν, ἀπὸ μὲν τῆς Ἀσίας τὴν Εὐρώπην τῷ μεταξὸ Κασπίας θαλάσσης καὶ τοῦ Πόντου, τὴν δὲ Λιβύην τῷ μεταξὺ τοῦ Ἀραβίου κόλπου καὶ τῆς κατὰ τὸ Πηλούσιον θαλάσσης.