Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

37. Αἱ δὲ περὶ τῶν κατὰ τὴν οἰκουμένην ἀνέμων τε καὶ πνευμάτων θέσεις, καὶ ἀφʼ ὧν ἕκαστος ὁρμᾶται τόπων, καὶ διʼ ὧν ἔρχεται, ἔχουσιν οὕτως.

38. Νοηθέντος γὰρ μεγίστου κύκλου περιέχοντος τὸ ἐγνωσμένου, καὶ ἓξ διαμέτροις εἰς ἴσα δώδεκα διαιρεθέντος, ὥστε δύο τῶν πρὸς ὀρθὰς ἀλλήλαις τὴν μὲν ἰσημερινὴν ποιεῖσθαι, τὴν δὲ μεσημβρινήν, τάσσουσιν ἐπὶ μὲν τῆς ἰσημερινῆς πρὸς μὲν ταῖς ἀνατολαῖς ἀπηλιώτην, πρὸς δὲ ταῖς δύσεσι ζέφυρον, καὶ πάλιν ἐπὶ μὲν τῆς μεσημβρινῆς πρὸς ἄρκτους ἀπαρκτίαν, πρὸς δὲ τὴν μεσημβρίαν νότον· εἶτα ἀπηλιώτου μὲν ἑκατέρωθεν ὡς πρὸς μεσημβρίαν εὖρον, πρὸς δὲ ἄρκτους καικίαν· πάλιν δὲ ἀπαρκτίου ὡς πρὸς μὲν ἀνατολὰς

504
βορέαν, ὡς δὲ πρὸς δύσεις θρασκίαν ἢ μέσην καὶ ζεφύρου μὲν πρὸς μεσημβρίαν λίβα, πρὸς δὲ ἄρκτους ἰάπυγα ἢ ἀργέστην, νότου δὲ πρὸς μὲν ἀνατολὰς εὐρόνοτον, ὡς δὲ πρὸς δύσεις λιβόνοτον. Καί εἰσι διάμετροι καὶ ἀντιπνέοντες ἀλλήλοις, ἀπηλώτης μὲν ζεφύρῳ, καικίας δὲ λιβὶ, βορέας δὲ λιβονότῳ, καὶ ἀπαρκτίᾳς μὲν νότῳ, θρασκίας δὲ εὐρονότῳ, καὶ ἰάπυξ εὔρῳ.

39. Ἀναγκαῖον δὲ καὶ περὶ μήκους καὶ πλάτους τῆς ὅλης οἰκουμένης εἰπεῖν. Τὸ μῆκος τοίνυν αὐτῆς ληψόμεθα, οὐ τὸ συνακολουθοῦν τῷ ῥομβοειδεῖ σχήματι, ἀλλά τινι κύκλου τμήματι, ὃ τῶν ἄλλων τῶν διʼ ὅλου τοῦ μήκους αὐτῆς ἐρχομένων ἀπάντων ἐστὶ μεῖζον· ὅμοιόν τε γὰρ τὸ ἐπὶ τοῦ ἰσημερινοῦ ἔκπιπτον ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς ἐδείχθη τοῦ ἐγνωσμένου καὶ τὸ πολὺ προτερώτατον ἐπὶ τῶν τε νοτιωτέρων καὶ τῶν βορειοτέρων τούτου. Εἴη δʼ ἂν τὸ τοῦ ἀπέχοντος ἐπὶ τὰ βόρεια τοῦ ἰσημερινοῦ μοίρας εἴκοσι τρεῖς καὶ U+2220΄, δʼ διαφορεῖ δὲ (καὶ) τοῦτο τοῦ μεγίστου κύκλου ὥρᾳ μίᾳ ἡμίσει, μῆκος δὲ ἔχει στάδια μύρια ὀκτὼ, β τ π β΄· ὥστε ἔγγιστα μυριάδων εἶναι σταδίων τὸ μῆκος διὰ τοῦ ὑπὸ τοῦ μεγίστου κύκλου περιεχομένου τὸ ἐγνωσμένον. Τὸ δὲ πλάτος ἐπὶ μεσημβρινοῦ, γραφομένου (δὲ) διὰ τῶν Ἱππικῶν τῆς Σαρματίας ὀρῶν, στάδια τρισμύρια δισχίλια φ΄, ἤτοι μιλίων χιλιάδες δ καὶ τλγ΄.

505

40. Τῶν δὲ τῆς οἰκουμένης θαλασσῶν τὰ μήκη καὶ πλάτη τόνδε τὸν τρόπον ἔχει. Τῆς μὲν καθʼ ἡμᾶς θαλάσσης μῆκος μὲν τὰ ἀπὸ Κώτου, τοῦ τῆς Μαυριτανίας Τιγγιταγῆς ἔκρου, μέχρι τῆς Ἰσσοῦ στάδιοί εἰσι δισμύριοι ευ΄, ἤτοι μίλια γτπϚ΄· πλάτος δὲ ἀπὸ Μασσιλίας (ἐπεὶ τὸ πλεῖστον ἡ Γαλλικὴ θάλασσα ἐνταῦθα πρὸς ἄρκτους ἀνακολποῦται) ἐπ’ Ἰγίλγιλιν κολώνειαν τῆς Μαυριτανίας στάδια εφ΄, μίλια δὲ ψλγ΄.

41. Τοῦ δὲ Πόντου ἀπὸ Τόμων ἐπὶ τὰς τοῦ Φάσιδος ἐκβολὰς μῆκος μὲν στάδια Ϛσ΄, μίλια ωκϚ΄, πλάτος δὲ τὸ ἀπὸ Φαναγορίας ἐν Βοσπόρῳ ἐπὶ τὰς τοῦ Ἄλυος ἐκβολὰς, ἧπερ καὶ πλατύτατός ἐστιν ὁ Πόντος, στάδια βυ΄, μίλια τκ΄.