Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποτα

299
μοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, οὐ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.

ὁ δὲ Πόντος σταδίων δυσμυρίων ͵γπγʹ, ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.

300

Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.

Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.

301

Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θῆρας, σταδίων ͵θ τὸ μῆκος.

302
Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς σταδίων ͵ϛφʹ, τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων μυριάδων ͵Δ. αὐτὴ δὲ
303
ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν κα θήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.