Geographiae informatio

Agathemerus

Agathemerus, creator; Hoffmann, Samuel Friedrich Wilhelm (1803-1872), editor.

Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα στα

304
δίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ· οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ· οὕτως.
305
Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοϛʹ.

Ἀπὸ δὲ Μυρίανδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ,

306
οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· ὡς εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου
307
στάδια Ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφλʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στά
308
δια μύρια. Ἀπὸ Γαδείρων δὲ διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένα, στάδιοι ͵γϠλβʹ. Ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ ͵βυοζʹ.
309

Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ ͵ατνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων

310
στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδων δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ· ἐκ' Ἰσθμὸν στάδια ͵αψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ· ἐπὶ Λευκάδα στάδια ψʹ· ἐπὶ Κορκύραν στάδια ψʹ· ἐπ' Ἀκροκε
311
ραύνια ὄρη στάδια ͵αξʹ· ἐπὶ Βρεντήσιον στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβʹ. Εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλυβίῤῥεως --- Διὰ τῶν πανδοκείων ἕως Γαδείρων στάδια ͵βχνα, καὶ διάπλους ἐπὶ Γάδειρα στάδια ξʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδων ζʹ καὶ ͵αφξʹ.

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσ

312
σης ἐπὶ τὴν Μερόην σταδίων ͵η. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵α. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ. Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνο
313
εῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ· ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ· ἐπὶ Τῆλον στάδια φξʹ· ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ· ἐπὶ Δρέπανον Κώας στάδια ρʹ· ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ· ἐπὶ Κορσίας ρʹ· ἐπὶ Σαμίων Ἄμπελον στάδια λʹ· ἐπὶ τὸ Αἰγαῖον Ἄργενον διὰ τοῦ Αἰγαίου
314
στάδια ωʹ· ἐπὶ τὸ Ἐρυθραῖον Κορυκαῖον στάδια σοʹ· ἐπὶ Φλίον, ἄκρον Χίου, στάδια νʹ· ἐπὶ Μελανέα, ἄκρον Λέσβου, στάδια υνʹ· ἐπὶ Σίγριον Λέσβου στάδια φʹ· Εἰς Τένεδον νῆ
315
σον στάδια υνʹ· εἰς Σίγειον στάδια ρʹ· ἐπὶ στόμα Πόντου στάδια ͵βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· ἐπὶ στόμα Μαιώτιδος στάδια ͵βφʹ· ἐπὶ Τάναϊν στάδια ͵βχο.

Καὶ ἄλλως ἀπὸ Ῥόδου εἰς Κνίδον στάδια ψʹ· εἰς Κῶ

316
στάδια σʹ· εἰς Σάμον στάδια ωʹ· εἰς Χίον στάδια ψνʹ· εἰς Μιτυλήνην στάδια φκʹ· εἰς Τένεδον στάδια τνʹ· εἰς Σίγειον ρʹ· ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ· ἐπὶ Κάραμβιν στάδια ͵βωʹ· εἰς στόμα Μαιώτιδος ͵βφʹ· ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδιων μύριων ͵ηχηʹ.