Geographiae informatio
Agathemerus
Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.
Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης. Κεφ(άλαιον) δʹ. Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ. καὶ ͵ηφμθʹ οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ, καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως. Ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵γτʹ, ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ. εἰς Πάταρα στάδια ωʹ. ὡς εἰς ῾Ρόδον στάδια ψʹ. εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ρμʹ. ἐπὶ Ταίναρον στάδια ͵αυνʹ. ἐπὶ Πάχυνον Σικελίας στάδια ͵Δʹ. ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκʹ. ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ. ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας νήσους στάδια μύρια. Ἀπὸ Γαδείρων δὲ, διὰ Ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτά
Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ ͵ατνʹ. Ἀπ' Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ. ἐπ' Ἰσθμὸν στάδια ͵αψʹ. ἀπ' Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια ͵αξʹ. ἐπὶ Βρεντήσιον στάδια ψ. Ἀπὸ Βρεντησίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως Σκιγγομάγου κώμης ὑπὸ
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν Μερόην σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵αʹ. Ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ. Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ Tῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στά
Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στά
Τῶν Νήσων ἀναμέτρησις. Κεφ(άλαιον) εʹ. Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ. πλάτος σταδίων ιϛʹ. ὁ δὲ καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ, τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιάριας καλοῦσιν (οἱ γὰρ σφεν
Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινίτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.