Geographiae informatio
Agathemerus
Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.
Περίπλους θαλασσῶν. Κεφ(άλαιον) γʹ. Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵εʹ, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ· τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσι τινὲς Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ. ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.
Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη.
Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ, συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θʹ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.
Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μετα
Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.
Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θήρας, σταδίων ͵θʹ͵ τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ, ἔνθεν ἑξῆς πλοῦς σταδίων ϛ͵φʹ,