Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὰ εἰϲ υτηϲ τὸ υ μακρὸν ἔχοντα ῥηματικὰ ὀξύνεται κωλυτήϲ, μηνυτήϲ.

τὰ εἰϲ ηϲ ἐπίθετα παρὰ ῥῆμα ϲύνθετα εἰϲ ουϲ ποιοῦντα τὴν γενικὴν ὀξύνεται εὐϲεβήϲ, εὐλαβήϲ, θεοφιλήϲ, αὐτοϲφαγήϲ, πολυδευκήϲ, Πολυδεύκηϲ δὲ τὸ κύριον βαρύνεται. βαρύνεται δὲ τὰ παρὰ τὸ ὄλω πανώληϲ, ἐξώληϲ, προώληϲ καὶ τὰ παρὰ τὸ ἀρκῶ αὐτάρκηϲ καὶ τὰ παρὰ τὸ ἀντῶ προϲάντηϲ καὶ τὰ παρὰ τὸ ἅδω αὐθάδηϲ. τὰ μέντοι παρὰ ῥῆμα ϲύνθετα εἰϲ ου ἔχοντα τὴν γενικὴν βαρύνεται οἰον πωλῶ παντοπώληϲ, μετρῶ γεωμέτρηϲ, παιδοτρίβηϲ, χρεωφείληϲ, ναυβάτηϲ, ἐργομίϲηϲ, προγύπτηϲ.

τὰ εἰϲ ιϲ ἐϲχηματιϲμένα ἁπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνεται καὶ ϲυϲτέλλει τὸ ῑ, ποιήϲω ποίηϲιϲ, γνώϲω γνῶϲιϲ, πράξω πράξιϲ, πέφανϲαι φάνϲιϲ, μεμίανϲαι μίανϲιϲ. τὸ δὲ ἁψίϲ ϲεϲημείωται μακρὸν ἔχον τὸ ῑ.

τὸ τροφαλίϲ εἴρηται παρὰ τὸ τρέφεϲθαι ὅ ἐϲτι πήγνυϲθαι, ἐξ οὗ καὶ τὸ τρόφι κῦμα εἴρηται.