Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὰ εἰϲ ξιϲ καὶ ψιϲ ἀπὸ μελλόντων ἐϲχηματιϲμένα βαρύνεται, ἕξω ἕξιϲ, λέξω λέξιϲ, ψύξω ψύξιϲ. ϲεϲημείωται ἁψίϲ ὀξυνόμενον.
τὰ εἰϲ ριϲ θηλυκὰ ῥπματικὰ διϲύλλαβα βαρύτονα ἑνὶ φωνήεντι θέλει παραλήγεϲθαι οἰον χαίρω χάριϲ, εἴρω Ἶριϲ, δαίω δῆριϲ, τὸ δὲ κουρίϲ τὸ ἐργαλεῖον τοῦ κουρέωϲ ὀξύνεται. τὸ δὲ Χαῖριϲ Χαίριδοϲ ὄνομα κύριον ἀρϲενικόν ἐϲτι.
τὰ εἰϲ ϲιϲ ἀπὸ μέλλοντοϲ γινόμενα ἢ ἀπὸ δευτέρου προϲώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνεται ποιήϲω ποίηϲιϲ, λύϲω λύϲιϲ, κέκριϲαι κρίϲιϲ.
παρὰ τὸ ἀλῶ τὸ πλανῶμαι ἀλαόϲ ὁ περιπλανώμενοϲ.