Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
γίνεται ἀπὸ μελλόντων ὀνόματα οὐδέτερα ὡϲ παρὰ τὸ ἅψω ἅψοϲ, πίϲω πίϲεα.
κνύοϲ ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡϲιόδῳ ὡϲ παρὰ τὸ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ.
Περὶ μονοϲυλλάβων.χθών· γίνεται παρὰ τὸ χῶ ῥῆμα χῶν καὶ χθών.
οὖϲ. παρὰ τὸ αὔω τὸ φωνῶ γίνεται οὖαϲ καὶ τροπῇ τοῦ α εἰϲ ο οὐαϲ. ἐκ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὦϲ.