Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
ἴκρια ὡϲ δέμνια. ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτεροιϲ εἴρηται.
παρὰ τὸ ἀράϲϲω ἀράχνιον ὡϲ δέμω δέμνιον, παίζω παίγνιον. p. 480, 42 τὸ ἴχνιον προπαροξυτονητέον ὁμοτόνωϲ τῷ ἀράχνιον· οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.
τὸ κλιϲίον παρὰ τὸ κλείω ἐϲτίν, 5 ϲημαίνει τὸ περιέχω.
ὕψοϲ γέγονε παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ.